Commentary on the Twelve Prophets · §zephaniah-t2-rem-close

Zephaniah Tomos 2 rem close CLOSEOUT

Rem CLOSEOUT: Zephaniah Tomos 2 CLOSEOUT.

Greek

νονουχὶ διαῤῥήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς 2.217 δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν. 9Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον.9 Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἅγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ " Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ." ἀλλ' ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων ∆εσπότης "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι "Κύριος." τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν νόμον τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκό- μιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ' οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλ- μένοι καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν. Παραφυλακτέον δὴ οὖν τοῖς τῆς 367 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς 2.218 ἡδονῆς, ἠγλαϊσμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπου- δάσμασι, μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου "Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- "λέσητε." 9Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.9 Ἀσύμβατόν ἐστί πως ἀεὶ τῷ ἀδίκῳ τὸ δίκαιον, καὶ οὐκ ἂν ἴοι κατὰ ταυτὸν τῷ βεβήλῳ τὸ καθαρόν. "Τίς γὰρ ἂν "γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;" μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳ- κισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος ἀδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ δέ πως ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ' οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, ἀλλ' εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος 2.219 ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑπο- δηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάν- τως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι. ∆εῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ ∆εσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημ- μελούντων ἀσχέτως. ἀλλ' εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται. 9Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐ- τῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.9 Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, "ὁ δὲ Κύριος "δίκαιος ἐν μέσῳ αὐτῆς πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ." καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσπασεν ὑπερηφάνους ἐν δια- φθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ 2.220 τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξά- γοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφρον- τικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ λέγοντες τῷ Κυρίῳ "Ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι "οὐ βούλομαι;" εἶτα πῶς ἂν ἐνδοιάσειέ τις εἴπερ ἐστὶ πτωχὸς τῷ πνεύματι καὶ ταπεινὸς τῇ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός "Καὶ ἐπὶ τίνα "ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ "τρέμοντά μου τοὺς λόγους;" οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἠφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ' αὐτοῖς ἔσονται πόλεις. 368 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ- σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοί- νυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι' αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην αὐτοῖς ἑορτὴν, καθὰ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι 2.221 τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμ- μένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων "Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ "μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ." ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐξέλιπον αἱ πόλεις διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. "Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν- "τος." παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δι- καίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημ- μένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτεί- χιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ' ἂν εὐκόλως τ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.