Zephaniah Tomos 1 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ἔθνη περιστήσεται, ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσή- μηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ὀνόματά φησιν ἀντὶ τοῦ 2.175 τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώ- τατος Σολομὼν διερμηνεύει λέγων "Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς." ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὁλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα· εἶεν δ' ἂν οὗτοι πάλιν οἱ σελήνῃ καὶ ἄρκτῳ καὶ τῇ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατ- ευρύνειν ἐπ' αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος "Κύριον τὸν "Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ "ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ." καὶ γοῦν ὁ προφήτης Ἱερε- μίας προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ' αὐτοῖς ἀποφέρων ὀργῆς "Ζῇ Κύριος λέγουσιν." οἱ δέ γε μὴ ζητοῦντες τὸν Κύριον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐ- τοῦ, νοοῖντ' ἂν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα δια- βιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. ζητεῖται γὰρ παρ' ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ' οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ' ἑαυτῇ, διὰ πίστεως καὶ 2.176 ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι ταῦτα μὲν τετέλεσται καὶ παρ' αὐτοῦ τοῦ βασιλεύοντος ἐν τοῖς Ἱεροσολύμοις, Ἰωσίου φημὶ, καθ' ὃν καὶ ὁ τῆς προφητείας γέγονε λόγος. καθεῖλε γὰρ καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς προσκυνοῦντας αὐτά. 9Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.9 Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- ανορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους ἀπὸ προσώπου Κυρίου, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου "Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ "τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε 2.177 351 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "ἀπὸ τῶν πονηριῶν ὑμῶν." ταυτὸν γὰρ οὔτι που τὸ πονη- ρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἡ διαφορά. πονηρὸς γὰρ ἔσθ' ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ' ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός "Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων "πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι "ἅρπαγες." ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη γάρ που ὁ Σολομών "Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ "ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ "σκοπεύει." ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέ- ροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγ- γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προῤῥήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ "Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος "̓Ισραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις "ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς "οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε "λέγει Ἀδωναῒ Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ 2.178 "λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ "ποιήσω, λέγει Ἀδωναῒ Κύριος." τοῦτο καὶ νῦν, ὥς γε οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλη- τούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός "̔Ηγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται "πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες." οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ' οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδέ τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας. 9Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρ- χοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.9 Τρία ταῦτά ἐστι τὰ δι' ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ' αὐτὴν τῶν ἐξουσιῶν τάγματα, 2.179 καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἂν ἔχοι καὶ τὰ ὑπ' αὐτὰς πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμ- μένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤ- ῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν· οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πως τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ' ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα 352 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, ©
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.