Commentary on the Twelve Prophets · §zechariah-t6-rem-early

Zechariah Tomos 6 rem early

Rem early: Zechariah Tomos 6; historia and theoria toward Christ.

Greek

αῦλος "̔Η δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ 2.514 "ἡμῶν." ἔοικε δέ τι καὶ ὁ μακάριος ∆αυεὶδ ὑπαινίττεσθαι τοιοῦτον, ὧδέ πη λέγων "Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα "ὁ κατοικῶν Ἱερουσαλήμ." εἰ γάρ ἐστιν ἀκράδαντος ἡ Ἐκκλησία, "καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· αὐτὸν γὰρ ἔχει θεμέλιον· πᾶσά πως ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς 480 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους. 9Καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχι- σθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγ- κολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.9 Πεποίηται μὲν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχι- μον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν Ἰουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα. 2.515 Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοι- οῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπι- τελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ' αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; "̔Ο δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα "αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν "ἐνέπρησεν." ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ἡμέρᾳ παρα- τάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔφην, τὸν ἀρχηγὸν τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἑσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῇ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πως, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταῤῥαγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη. Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενη- μένῳ κατὰ καιροὺς ἐπὶ Ὀζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως 2.516 τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιὼν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκα- θεῖναι δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς. Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑπο- δηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν οὕτω φησίν "Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ "ἀφῆκε τὸ πνεῦμα. καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ "ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, "καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, "καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν." ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταῤῥήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττε- σθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μετα- 481 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσ- κυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; "Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς "σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ "εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος." οὐκοῦν ἐσχί- σθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί 2.517 τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς Ἱερεμίου λέγων "Οὐχ οἱ "λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος καὶ ὡς πέλυξ "κόπτων πέτραν;" "Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ "ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ "ψυχῆς καὶ πνεύματος." οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διεῤῥῆχθαι τὰς πέτρας. τὸ γεμὴν ἐμπε- φράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἡσαΐας "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος "ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων," τουτ- έστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, "ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, "μηδὲ συνιῶσι." "κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται, καθὰ γέγραπται, ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς "διαθήκης." τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος ∆αυεὶδ ἀνακεκράγει λέγων "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰ- σθητῶς παρακαλεῖ τὴν ὑπ' οὐρανόν· εὐηθὲς γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι 2.518 μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶ- σθαι νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι' ἡμᾶς οἰκο- νομικῶς, "ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Καὶ ἥξει Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.9 Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.