Commentary on the Twelve Prophets · §zechariah-t5-rem-early

Zechariah Tomos 5 rem early

Rem early: Zechariah Tomos 5; historia and theoria toward Christ.

Greek

ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἀλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. πολεμήσει γὰρ τοῖς ἁγίοις ὁ τῆς ἀνομίας υἱὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν 2.472 ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχῃ τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσ- κυνεῖν αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ "τὴν "παρουσίαν κατ' ἐνέργειαν τοῦ σατανᾶ," καὶ ἐν Βεελζεβοὺλ ποιήσει "τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς "ἐκλεκτοὺς," καὶ ᾗ φησὶν ὁ Σωτήρ "Οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ," μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· "διὰ δὲ τοὺς 464 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." "ἀνελεῖ γὰρ αὐτὸν ὁ Κύριος τῷ πνεύματι, καὶ καταργήσει "τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ." 9Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλω- θήσεται.9 Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονον- ουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι' ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβά- τοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον 2.473 "Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·" οἱ δὲ κατέσφα- ζόν τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ' αὐτοῖς ὁ λόγος. τοι- οῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ Χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· ἀλλὰ περιάγοντες μὲν "τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα "ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες "αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν." Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας. καὶ γοῦν καὶ τῶν σφαζο- μένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείῳ θυσια- στηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῷ Θεῷ· ὑποφαίνοντος οἶμαι τοῦ νόμου δι' αἰνίγματος, ὅτι Θεῷ τὴν ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς "Μεγέθει "βραχίονός σου ἀπολιθωθήτωσαν." ὁ δέ γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐνισχύοντος Θεοῦ· κατασκοτισθή- σεται δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παῤῥησίας " Οτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς "τὸ σκότος μου." δεξιός τε βραχίων ὁ τῇ μαχαίρᾳ τεμνό- 2.474 μενος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν "Ἄχρι σήμερον ἡνίκα "ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." ψάλλει δέ που καὶ ὁ ∆αυεὶδ περὶ αὐτῶν "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν." σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ' αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἡ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ' ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ' ἂν οὐ μετρίως ἡ τῶν δεξιῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ' Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι. 9Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.9 Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανο- μοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· 2.475 διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ 465 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δήπου πάντως τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." ὥσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος. Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων ∆ημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ἰσραὴλ τὸ λῆμμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ "ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευ- στος γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἂν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῷ δοκοῦν ἀπο- περαίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γέγονε δι' αὐτοῦ, 2.476 ἀλλ' οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυείδ "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ "ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου." καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν, ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.