Zechariah Tomos 3 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ύλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ᾑρημέ- νους χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός "Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·" καὶ μὴν καὶ προσευχομένους ἐδίδαξε λέγειν "Ἄφες ἡμῖν τὰ ὀφειλήματα "ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ "τοῦ πονηροῦ." ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, "Ὁδοὶ δὲ μνησικάκων εἰς θά- "νατον," κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἂν ἐνδοιάσειέ τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης. 9Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, 2.378 καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρ- δίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀνα- στρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.9 Πεπληροφόρηκε δὲ διὰ τούτων, ὅτι παραθήγοντες οὐ διαλελοίπασιν αὐτοὶ κατὰ σφῶν τὸν τῶν ὅλων Κριτήν. ἐξὸν γὰρ αὐτοὺς τοῖς τῶν ἁγίων προφητῶν καταπείθεσθαι λόγοις καὶ, τὸ ἀντιφέρεσθαι γεννικῶς τοῖς τοῦ νομοθέτου θελήμασι ῥιπτοῦντας ὡς ἀπωτάτω, τὴν εὐκλεᾶ καὶ ἐννομωτάτην ἀν- θελέσθαι ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχεί- ριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ Πνεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετα- νοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς ἐπενηνεγμένοις. εἰ δὲ δὴ λέγει Θεὸς ἐν τούτῳ ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, 2.379 ἀφανισθήσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Πέρσας καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρέφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή- σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ' ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά. 9Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.9 Τὸ ἀπειθὲς καὶ ἐξήνιον τῶν ἀρχαιοτέρων καὶ ἐξ αὐτῶν σφισι συμβεβηκότων ἀποχρώντως διαβεβληκὼς, καὶ ὅτι γέ- νοιτο πάντων 429 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μετα- βιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ' εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμ- μένους δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά 2.380 τοι τοῦ κεκολάσθαι παρ' ἐχθροῖς καὶ τὸν τῆς δουλείας ἀνατλῆναι ζυγόν. κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυ- λωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ ἐναργῶς ὅτι "Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- "θεντο εἰς κακά." ἐζήλωκα δὴ οὖν τὴν Ἱερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῷ μεγάλῳ ἐζή- λωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυ- λωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς. Τοῦτο πεπλήρωκεν ὁ Χριστός. λελυπημένος γὰρ ἐφ' ἡμῖν τοῖς ἀθλίως ἀπολωλόσι, καὶ οἷον ζηλώσας τὴν Ἐκκλη- σίαν, τὴν αὐτῷ μὲν προεγνωσμένην, οὔπω γεμὴν ἀναδε- δειγμένην ἐν κόσμῳ, συνέτριψε μὲν τῶν δαιμονίων τὰ στίφη, τὸν δέ γε τῆς ἐκείνων ἀπονοίας ἐπιστάτην τῆς καθ' ἡμῶν ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν. 9Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθήσεται Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.9 Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀποῤῥήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά. πλὴν ἀποφοιτᾶν ἐσθ' ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι 2.381 θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦ- τον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολατρείας ὁ Ἰσραὴλ, καὶ ἐκπεπόρνευκεν Ἱερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέψω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ' αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀλη- θινὴ δὲ πάλιν Ἱερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ- κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις. Περιθείης δ' ἂν εἰκότως τὰς τοιάσδε φωνὰς τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότι Λόγῳ, ὃς ὑπάρχων ἐν μορφῇ τοῦ γε- γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, "ἑαυτὸν ἐκένωσε "μορφὴν δούλου λαβὼν," καὶ γέγονεν ἄνθρωπος, καὶ "ἐπτώ- "χευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν "διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ "ἐκ νεότητος" δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἡμᾶς ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ- κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς 2.382 ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας "Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." ψάλ-λει δὲ καὶ ὁ μακάριος ∆αυείδ "∆εδοξασμένα ἐλαλήθη περὶ "σοῦ, ἡ πόλις τοῦ Θεοῦ." ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ προφήτης Ἡσαΐας λέγων "Ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις "ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ "ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν "βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη." περίοπτος γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷάπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν τύποις καὶ σκιαῖς
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.