Zechariah Tomos 2 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
τῷ μεγάλῳ, τουτέστι τῷ σατανᾷ κατεξανισταμένῳ τε καὶ ἀντεξάγοντί τῷ Χριστῷ τῆς ἑαυτοῦ δυστροπίας τὴν δύναμιν, ὃ δὴ καὶ ἐν τοῖς ἀνωτέρω πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προ- φήτης τεθεᾶσθαι μὲν "Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα "πρὸ προσώπου ἀγγέλου Κυρίου, τὸν δέ γε διάβολον ἑστῶτα "ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ." ὅτι γὰρ ὅσον ἐνεχώρει καὶ ἦν ἐπ' αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτη- ρίαν τὴν ὑπ' οὐρανὸν, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ' οὐρανὸν, προσκυνητὴν ἴδιον ἀπο- φαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ "πάσας τὰς βασιλείας "τοῦ κόσμου," λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσ- πεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορ- θῶσαι; τὸ δέ Τίς εἶ σύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ' οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, 2.336 πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν. Ἢ τοίνυν κατὰ τοιόνδε τινὰ τρόπον προσβαλοῦμεν τοῖς εἰρημένοις· ἢ καὶ ἑτέρως εἰ δοκεῖ. ἔφημεν γὰρ, ὅτι οὐκ ἐν ἀνθρωπείᾳ δυνάμει κατορθωθήσεται τῷ κόσμῳ τὰ πρὸς ζωήν. καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ' ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ οὕτω μεγάλα πολέμου δίχα πάντος καὶ ἀμογητὶ κατορ- θώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάτ- τουσα δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρ- θωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ' ὥσπερ τινὰ συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων "Ἀπ' "ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ "μένων, ποιεῖ τὰ ἔργα αὐτός." εἰργάζετο γὰρ ὡς διὰ δυνά- μεως ἰδίας τοῦ Υἱοῦ, δι' οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι παρὰ τῷ σοφωτάτῳ ∆ανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ "λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς "καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν 2.337 "σίδηρον," καὶ ἦν εἰς τύπον καὶ τόδε Χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν' αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. "Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα "γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς "δόξαν Θεοῦ Πατρός." οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἔκλεκτος ἀποτμηθεὶς λιθος ὁ Υἱὸς γέγονεν ἡμῖν κληρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν δι' αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι; ∆έδοται μὲν γὰρ χάρις τῷ Ἰσραὴλ, ἡ 413 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀρχαία τ' ἐκείνη καὶ διαβόητος. λελύτρωνται γὰρ ἐξ Αἰγύπτου σαρκικῶς, τὴν ἐπηρτημένην αὐτοῖς ἐκ πλεονεξίας ἀπεσείσαντο δουλείαν, διεβιβάσθησαν διὰ θαλάσσης μέσης, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ- γελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ' ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, χληρονομία δὲ πάλιν, γεγόνα- μὲν γὰρ δι' αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι τῆς πρώτης χάριτος ἡ δευτέρα; ἃ γὰρ ἐπ' ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ' ἡμῖν ὁ Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δια- βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ 2.338 παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβι- βάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων "Μακάριοι "οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν." οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Χριστοῦ "Ὅτι "ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ "χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ "χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο." διά- κονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστὸς, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος· ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων ὁ Παῦλος, ὅτι "Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ "̓Ιησοῦς." 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέ- σουσιν αὐτὸν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξα- πέσταλκέ με πρὸς σέ.9 Ἰδοὺ δὴ πάλιν ἡμῖν ἐν αἰσθητοῖς πράγμασι καταγράφει τὰ νοητὰ, καὶ τῶν διὰ Χριστοῦ παραδόξως τετελεσμένων παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ 2.339 Ἰσραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, ∆αρείου λοιπὸν τὴν Χαλδαίων διέποντος ἀρχὴν, εἴτ' οὖν βασιλείαν, προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀνα- δείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπου- δασμάτων τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις. Ἀνέντος δὲ πάλιν αὐτοῖς τοῦ Θεοῦ τὸ δύνασθαι κατορ- θοῦν, τετελείωται μόλις ὁ νεὼς, Ἰησοῦ μὲν ἱερατεύοντος, Ζοροβάβελ γεμὴν ἐφεστηκότος καὶ βασιλεύοντος. ἀλλ' ἐν τούτοις μὲν ὁ τῆς ἱστορίας συμπεπέρασται λόγος. ἐπειδὴ δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγωμεν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τε- τελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεο- πρεπὲς αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγω- γήν. οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών "Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι "αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως "ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός "ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ "δι' αἰνιγμάτων."
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.