Twelve Prophets Zechariah Tomos 1 opening
Zechariah Tomos 1.
Zechariah Tomos 1: visions begin; return to me and I will return.
Greek
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ Ἐν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τοῦ Προφήτου λέγων. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς Ἱεροσολύμοις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ' οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διῃρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ' εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἱερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ' αὐτοῖς Ζοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ 2.283 καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμα- λωσίαν ἀπενηνεγμένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ' οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μήδων χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ' ἐστιν ἡ Ἱερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ' οὐδ' ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν Ἀδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων 392 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ' ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρω- μένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 2.284 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ' αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ' ἴχνος ἰέναι σπουδάζοντες. δια- μέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων. ∆εῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυ- πραγμονεῖν ἐθέλοντας, μὴ ταυτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτά- την ἀγαπῶντες ζωήν. 9Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.9 Συνίῃς ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξή- γησιν, μετασοβεῖ πρὸς τὸ ἄμει
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.