Nahum Tomos 1 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ' ἡμᾶς δυσκατόρ- θωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ' ἂν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐ- τῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ' ἐκείνων τε- τολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, 2.9 καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἡ ὁδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῇ συσσεισμὸς καὶ συντέλεια, καὶ νε- φέλαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐ- τοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσ- σεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφέλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ' οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἂν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατ- εξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανόν. Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόῤῥητον νοῦν τῶν προκει- μένων ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὅδον, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συν- τελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν "ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο- 2.10 "κράτορας τοῦ αἰῶνος τούτου," τῆς καθ' ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος προανίπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας 290 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προ- φῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυνα- μένων κατάρδοντες νοῦν. 9Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.9 Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεο- νεξίας τὸν Ἰσραὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ ξηρᾶς· "ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα," κατὰ τὸ γεγραμ- μένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ξηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ πρῶτα συνείρειν, φημὶ δὴ τό "Κύριος ἐν συντελείᾳ καὶ ἐν "συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ," τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων Κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, 2.11 θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐ- τῶν τῆς ἐξ οὐρανοῦ νεφέλης. Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος ∆αυείδ. ψάλλει γὰρ ὧδε "Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ "σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ "γὰρ οἱ οὐρανοὶ ἔσταξαν." γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατ- εκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ἰσραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας "ἐν τῇ νεφέλῃ "καὶ ἐν τῇ θαλάσσῃ." Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθαι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκο- μίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης, τὴν τῶν ναμάτων καταφορὰν ἀῤῥήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος τοῦ πάντα ἰσχύ- οντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος ∆αυεὶδ, οὕτως λέγων "∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ "Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· "ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- "λεύσονται ποδί." ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς, τὸ ἐφ' ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει. 2.12 ∆οκεῖ δέ τισι καὶ καθ' ἕτερόν τινα τρόπον τῷ τῶν προκει- μένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων ∆εσπότης τὴν κατὰ τῆς Νινευῒ ποιεῖσθαι καταδρομὴν, ποιή- σεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ· συντε- λέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαῤῥοι τὰ παρ' αὐτῆς ἔθνη, πάντη τε καὶ πάν- τως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύ- ζοντάς τε καὶ καταπνίγοντας, οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ' ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν. 9Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμ- πασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.9 Καὶ δι' ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρ- μηλος δὲ καὶ Λίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰου- δαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶν- τα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖτίν φημι, 2.13 καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, 291 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κατὰ τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται παρὰ τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς. Εἶτα, πῶς οὐκ ἂν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμήλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.