Commentary on the Twelve Prophets · §malachi-t2-rem-mid

Malachi Tomos 2 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ 2.599 ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι' ἧς ἂν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς ἀπονοίας ἀποτιεῖ δίκας. 9∆ιότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον, καὶ καθαριεῖ τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.9 Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόῤῥητον δὲ μυστηρίου δήλωσιν εἰσκο- μίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύ- ματος χάρις, καθ' ἣν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτε- λεῖσθαι τῷ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾷ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τιμὴν κατεσκευασμένα, οἰκίᾳ τε τῇ μεγάλῃ χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου 2.600 "ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν "ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι "̔Αγίῳ καὶ πυρί." μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος Χρι- στοῦ "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη "ἀνήφθη;" οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος Ἰσραὴλ τῆς τῶν Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι' ἐκείνους παροτρύνοντες διετέ- λουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα καὶ ἀποτολμῶντες λέγειν "Πᾶς ποιῶν πονηρὸν, καλὸν "ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ "ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;" προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ λελαμ- πρυσμένους. Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἂν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς "ὡς πυροῦται τὸ ἀργύριον." φόρημα μὲν γὰρ τοῖς ἐξ Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμ- πρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Χριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας "Τοὺς ἱερεῖς αὐτῆς "ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- "λιάσονται." σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων τῶν πεπιστευκότων "Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- "σθητε, Χριστὸν ἐνεδύσασθε." 2.601 9Καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.9 Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ οἶμαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῇ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ 514 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες "μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι "καὶ ἐγερθέντι." καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν "Χριστῷ συνεσταύ- "ρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ "νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ "ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ." ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ "τὰ ἐπίγεια φρο- "νοῦντες," οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν "Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, "ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται." πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι' αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομί- ζομεν τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, 2.602 καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετά- ληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. γέγραπται γὰρ ὅτι "Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων "πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης." εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ὁ τῶν ὅλων Θεός. Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουρ- γίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ' ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ' ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαρά- δεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἁβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, "καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος "ἐκλήθη Θεοῦ." οὕτω καὶ Νῶε "κατεσκεύασε τὴν κιβωτὸν "εἰς σωτήριαν τοῦ οἴκου αὐτοῦ," καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ θυσία τοῦ Ἰούδα, τουτέστι, τοῦ λαοῦ τοῦ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς Ἱερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς 2.603 Ἐκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρας τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι' ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς. 9Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος Παντοκράτωρ.9 Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ "Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, "καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς "δικαιοσύνης;" καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.