Jonah opening rem early
Rem early: Jonah opening; historia and theoria toward Christ.
Greek
σιν. "Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα αὐ- "τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι." παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ' οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε 1.563 γὰρ ὅτι "Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ "εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ' οὗ "ἤρξω λαλεῖν τῷ θεράποντί σου·" παρεκάλει δὲ λέγων· "∆έομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- "λεῖς." ἀλλ' οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε μὴν ἰσχνόφωνος κατ' ἐκεῖνον, ἀλλ' ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι "τῇ σάλπιγγι τῇ μεγάλῃ." περιαγγέλλεται γὰρ τοῦ Σω- τῆρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη ∆αυείδ "Θεὸς "θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν "ἡλίου μέχρι δυσμῶν." Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῷ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχή- μασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ' οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ πάντα δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ' εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου 1.564 συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῷ νοοῖτ' ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ' ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων "Ἄρατέ με καὶ ἐμβάλετε εἰς "τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν·" κατ- επόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν διακο- νίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν "πάντα "τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς "καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος." πλὴν οὐ λελύ- πηται σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς. οὐκοῦν εἰ μὴ πάντα τῆς ἱστορίας τὸν λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκο- πὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἱ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιϊπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ 222 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων 1.565 καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.9 Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐν- νενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον "Ἢ Ἰου-"δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, "εἴπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ "ἀκροβυστίαν διὰ τῆς πίστεως." πείρᾳ δὲ τοῦτο μεμαθη- κὼς καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέ- γων "Ἐπ' ἀλήθειας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι προσω- "πολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος "αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." δεδη- μιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουρ- γήμασι πεφενακισμένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "Ἀνακεφαλαιώσασθαι τὰ 1.566 "πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς." ἀλλ' ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ' ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὑπέρ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προσ- τέταχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. Περσικὴ δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας "Γῆ τῶν γλυπτῶν "ἐστι." πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. "Τύρος "τε γὰρ καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαῖα ἀλλοφύλων" προσ- εκύνουν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ' αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη. Τί οὖν, εἰπέ μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς "Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- "μάκων." οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιο- τέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι 1.567 διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι' ὧν ἂν γένοιτο σοφός. ἀκούσῃ δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι "̓Ιδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ "τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς·" ποτὲ δὲ αὖ "Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, "καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ' ἵνα τις γένοιτο προαπόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησο- μένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανη- μένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἰσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλά
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.