Commentary on the Twelve Prophets · §hosea-t6-rem-mid

Hosea Tomos 6 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

ίσ- θησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ' εὐθύ. καθη- γεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπεῤῥιμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ' οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραῒμ βασιλεία. Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλῃ τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ' αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ' εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορ- θοῦν ἡμᾶς οὐκ ἀνεχομένου. 9Τί σε διαθῶ Ἐφραΐμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ. μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- 1.235 φθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.9 Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσ- σεβηκόσιν, ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένε- σις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ τοῦ κρείττονος ἐπιτιμῶν· οὐ γὰρ ἂν ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ' ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερ- ασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀπο- δείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενή- σεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ· πόλεις δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ' οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσο

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.