Commentary on the Twelve Prophets · §hosea-t5-rem-early

Hosea Tomos 5 rem early

Rem early: Hosea Tomos 5 oracles; historia and theoria.

Greek

κα- κῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφήν; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ; ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμή- κασι πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρε- μῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ τῶν ἐκ φυλῆς Ἐφραῒμ βεβασιλευκότων, οἳ καὶ δῶρα πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, ἀνέθαλε καθ' ἑαυτὸν Ἐφραΐμ. Ὅμοιον ὡς εἰ λέγοι· μέλλων ἐκκόπτεσθαι καθάπερ τι στέλεχος ὁ ἐκ φυλῆς Ἐφραῒμ 73 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. βεβασιλευκὼς, καὶ οἷον ὑπὸ 1.175 πυρὸς τῆς θείας ὀργῆς καταμαραίνεσθαι, ἀνέθαλε καθ' ἑαυ- τὸν, τουτέστιν, ἐμοῦ δίχα, καὶ σύμπνοιαν τὴν ἐμὴν οὐκ ἔχων, ᾠήθη φησὶν, ὅτι ζήσεται καὶ δώσει ῥίζαν εἰς βάθος, καὶ τῶν ἰδίων οὐκ ἀπολισθήσεται θρόνων. ἐξεπρίατο γὰρ πρόσκαιρόν τε καὶ ὀλίγην ἀνάβλησιν τοῦ κακοῦ, δῶρα ἀγα- πήσας· οὐ δέχεσθαι μᾶλλον, ἀλλὰ διδόναι. καὶ τί τὸ ἐντεῦ- θεν; ὄφελος μὲν οὐδὲν, παραδοθήσονται δὲ τοῖς ἔθνεσι, καὶ δι' αὐτῶν μάθοι τῶν συμβησομένων, ὡς οὐκ ἄν τις ἀναθάλοι καθ' ἑαυτόν· οὐδ' ἂν ὀνήσειε τοὺς Θεῷ προσκρούοντας τὸ δῶρα διδόναι τοῖς ἐχθροῖς. ὑποκείσονται γὰρ, καὶ οὐκ εἰς μακρὰν, τῇ δίκῃ. 9Νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.9 Ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς τοῦ Ἰσραὴλ φαυλότητος παραίτιοι γεγόνασιν οἱ ἐκ φυλῆς τοῦ Ἐφραῒμ ἐπ' αὐτοὺς βεβασιλευκότες. πρῶτος μὲν γὰρ ὁ ἐπάρατος Ἱεροβοὰμ τῆς ἀποστασίας γέγονεν εὑρετὴς, δαμάλεις αὐτοῖς ἀναστήσας χρυσᾶς, καὶ τῶν καλουμένων ὑψηλῶν, τουτέστι, τῶν ἐν ὄρεσι καὶ βουνοῖς τεμενῶν, καθιστὰς ἱερεῖς, τοὺς οὐκ ἐκ φυλῆς Λευῒ, ἀλλ' ὅσοι μᾶλλον "ἐπλήρουν τὴν χεῖρα αὐ- "τῶν," κατὰ τὸ γεγραμμένον. εἶτα μετ' ἐκεῖνον, τῶν Ἀσσυρίων προσδοκωμένων, ἐν καιρῷ τῆς βασιλείας Μα- ναεῒμ, πεπόμφασι χρήματα, πείθοντες ἀποσχέσθαι τῆς γῆς. Ταύτῃτοι δικαίως ἡ θεία γέγονεν ἀπειλὴ κατὰ τῆς βασι- λείας τῆς ἐκ φυλῆς Ἐφραῒμ γεγενημένης ἐπὶ τὸν Ἰσραήλ. Νῦν γὰρ αὐτοὺς εἰσδέξομαί φησιν, οὐχ ὡς τρόπον ἔχοντας ἀγαθὸν, οὐδὲ ὡς ἄριστα βιοῦν ἑλομένους, οὔτε μὴν τῆς κατὰ τὸν νόμον πολιτείας ἐφιεμένους, ἀλλ' ὡς παιδευτὴς, καὶ δίκας αἰτῶν, καὶ ὑπὸ κρίσιν ἤδη καλῶν. παρῆκα μὲν γὰρ ἐξ ἡμε- ρότητος εἰς ὑπέρθεσιν τὰ ἐκ θείας ὀργῆς, κατὰ τὸν ἤδη 1.176 παρῳχηκότα καιρὸν, ἀλλὰ νῦν αὐτοὺς εἰσδέξομαί φησιν, ἵνα τῇ τῶν δεινῶν πείρᾳ μανθάνωσι μόλις, ὅτι καὶ ὑπὸ ∆εσπότην εἰσὶ, καὶ τῆς ἐμῆς οὐκ ἔξω χειρός. ὅτι δὲ οὐκ εἰ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.