Hosea Tomos 5 rem close CLOSEOUT
Rem CLOSEOUT: Hosea Tomos 5 CLOSEOUT.
Greek
ρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων· "̔Ινατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ;" ἄκαρπος δὴ οὖν εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ ἐκδώσει καρπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀναγκαῖον δὲ οἶμαι κἀκεῖνο περιαθρεῖν, τί τὸ χρῆμα τοῦ λόγου· διὰ τί δέ φησιν, ὅτι πάντες οἱ ἄρχοντες αὐτῶν ἀπει- θοῦντες; τί γὰρ ὅλως ἐδεῖτο τῆς τῶν ἀρχόντων ὑποταγῆς; 1.204 ἀναφορὰν οὖν ὁ λόγος ἔχει πρὸς ἱστορίαν τινὰ τῶν ἀρχαι- οτέρων. καὶ τίς δὴ αὕτη, πάλιν ἐρῶ. Μεμοσχοποίηκε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἀπόντος Μωυσέως· ἀναπεφοίτηκε γὰρ ἐν τῷ ὄρει Σινᾷ, τὸν νόμον ὑποδεξόμενος. 85 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἶτα κατελθὼν, λελύπηται σφόδρα πρὸς τὸ πλημμέλημα, συνέτριψε τὸν μόσχον, ἀγανακτοῦντα Θεὸν ἐδυσώπει τρόπον τινὰ τῇ ἰδίᾳ γνησιότητι καὶ ἀρετῇ. προσ- έπιπτε γὰρ καὶ ἐξελιπάρει λέγων "Εἰ μὲν ἀφῇς αὐτοῖς "τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς "βίβλου σου ταύτης, ἧς ἔγραψας." κατένευε δὲ τῷ προφήτῃ Θεὸς τὴν εἰς ἅπαντας ἡμερότητα, καὶ δὴ καὶ ἔφασκεν "Ἵλεως "αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου." ὁρᾶς ὅσον ὤνησε τὸν Ἰσραὴλ ἡ τοῦ προεστηκότος φιλοθεΐα, καὶ εἷς ὑπὲρ πάντων ἀρκέσας εἰς τὸ ἀναπεῖσαι Θεὸν, δι' ὑποταγήν τε καὶ εὐπείθειαν; αἰτιᾶται τοίνυν εἰκότως, ὡς ὁλοτρόπως ἐκκεκλικότα τὸν Ἰσ- ραήλ. εἶτα μὴ ἔχοντά τινα τῶν παρ' αὐτοῖς ἡγουμένων, τὸν ἐπιτιμῶντα τοῖς πταίουσι, τὸν ἀφιστάντα τῆς πλάνης, ἤγουν τῇ ἰδίᾳ λαμπρότητι τῇ κατὰ τρόπον καὶ ἀρετὴν ἀποστῆσαι δυνάμενον τὴν ὀργὴν, Θεοῦ παρακεκλημένου, καθάπερ ἀμέλει καὶ ἐν καιροῖς γέγονε τοῖς κατὰ Μωυσέα, τοιγάρτοι καὶ ἐξωσθήσονταί φησι καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι. τοῦτο συνέβη παθεῖν αὐτοῖς καὶ τότε μὲν, ἀποκομισθεῖσιν εἰς Ἀσσυρίους, καὶ νῦν δὲ οὐδὲν ἧττον ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεστυγημένοις. ἀνέστιοι γὰρ καὶ ἐπηλύται πανταχῆ, καὶ πόλιν οὐκ ἔχοντες οἱ ἐξ Ἰσραὴλ διατελοῦσιν ἐν κόσμῳ. "Λικμιῶ γὰρ αὐτοὺς εἰς πάντα "ἄνεμον," καὶ διὰ προφητῶν ἁγίων ἔφασκε Θεός. Εἰ τοίνυν ἐστὶ τῆς πρὸς Θεὸν οἰκειότητος φροντὶς ἡμῖν καὶ λόγος, ὑποφέρωμεν αὐτῷ τὸν αὐχένα, καὶ προσίωμεν ὡς ἐξ ἀγαθῆς εὐπειθείας λέγοντι τῷ Χριστῷ "∆εῦτε πρός με 1.205 "πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω "ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." ἐσόμεθα γὰρ οὕτως ἔγκαρποί τε καὶ ἀπλῆγες, οὐκ αὐαινομένης ἡμῖν τῆς ῥίζης, οὐ καρποῦ πίπτοντος εἰς τὸ μηδὲν, οὐ πλανῆ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.