Commentary on the Twelve Prophets · §hosea-prol-rem-close

Hosea prologue rem close CLOSEOUT

Rem CLOSEOUT: Hosea prologue CLOSEOUT.

Greek

ὶ ἐν βεβαίῳ μενεῖ, τῆς τῶν χειροτονησάντων γνώμης οὐ μεθισταμένης εἰς ἑτέραν τινὰ βουλήν τε καὶ σκέψιν. εἶτα δεδιὼς μὴ ἄρα πως τῆς ἐν νόμῳ λατρείας, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελουμένων ἑορτῶν εἰς ἀνάμνησιν ἐνεχθεὶς ὁ Ἰσραὴλ, παλινδρομεῖν ἕλοιτο εἰς τὸ ἐν ἀρχαῖς, καὶ τοῖς Ῥοβοὰμ 1.6 ὑπενεχθείη ζυγοῖς, δύο δαμάλεις ἐργάζεται χρυσᾶς, καὶ πρὸς τὸ ἐν Αἰγύπτῳ σέβας ἀναβιβάζων τὸν Ἰσραὴλ, ἐκέλευε προσκυνεῖν αὐταῖς, καὶ ὁλοκαυτοῦν. "Καὶ ἀπέθετο," φησὶ, "τὴν μὲν εἰς Γάλγαλα, τὴν δὲ εἰς ∆άν·" πόλεις δὲ αὗται περιφανέστεραι τῶν ἄλλων, αἳ ἦσαν ἐν χώρᾳ Σαμαρειτῶν. Οὐκοῦν διττὴ γέγονε τῶν δέκα φυλῶν ἡ ἀπόστασις, καὶ τοῦ ἡμίσους φυλῆς Ἐφραΐμ. ἐξῴχοντο γὰρ, οὐχὶ μόνον τῶν Ἱεροσολύμων, ἀλλὰ καὶ αὐτῆς τῆς εἰς Θεὸν εὐσεβείας, δαμάλεσι προσκυνοῦντες χρυσαῖς, θύοντές τε καὶ λατρεύ- οντες "τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν," καθὰ γέγραπται. οἱ δέ γε ἀπομεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδας τέ φημι καὶ Βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατε- μερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ- λοις "ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου "ἀλσώδους," κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν τοίνυν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραῒμ, τότε δή μοι νόει τοὺς ἐν τῇ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἱεροσολύμοις. ἦσαν δὲ καὶ προφῆται παρ' αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις προφητεύ- οντες· καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον λόγους. Ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀποῤῥαγῆναι τῶν Ἱεροσολύ- μων τὰς δέκα φυλὰς καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἰδίοις ἐχρῶντο βασιλεῦσι καὶ οἱ ἐν τῇ Σαμαρείᾳ καὶ οἱ ἐν τοῖς Ἱεροσολύμοις. καὶ τοῦτο κεκράτηκεν ἄχρι καιροῦ τῆς τελευ- ταίας αἰχμαλωσίας, ὅτε καὶ ὑπενόστησαν ἐν Ἱεροσολύμοις, Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, 1.7 καθηγουμένου μὲν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶτὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξῃρημένης. ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραῒμ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ' οὓς ἕκαστος τῶν ἁγίων λελά- ληκε προφητῶν, ἵν' εἰδείημεν ἀκριβῶς ἐν ποί

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.