Haggai opening rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
αῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσ- θαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροφάς. ἐπίετε καὶ οὐκ εἰς μέθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤ- ῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδείᾳ γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, 2.249 πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιῤῥιπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ' ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ' ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν. οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτήρ "Μὴ μεριμνᾶτε "τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύ- "σεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ "τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται "ὑμῖν." ∆ιαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ' ἑαυτῇ τὴν ἀφήγησιν, φέρε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισ- μένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτεί- ροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳ- κήκασι γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ ∆αρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι 2.250 νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφασισταὶ λέγοντες Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκο- δομῆσαι τὸν οἶκον Κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾷ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων ∆ημιουργόν. ἀλλ' ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλειας διαῤῥήξας δεσμά. δι' αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφέντες τὰς παρ' ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολε- λοιπότες, ἀνεδράμομεν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, του- τέστι τὴν Ἐκκλησίαν. Ἄθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευὶ, κατωνόμαστο δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται δέ πως τὸν ἐπὶ τῷδε 380 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λόγον ἰσχνοεπεῖν ἑλο- μένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. 2.251 δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθιὴλ γεμὴν Ἔκκλισις Θεοῦ. ἔφη δέ που καὶ ὁ Χριστός "Ἰδοὺ "ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- "μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." ἔστι μὲν γὰρ ὁμολο- γουμένως αὐτὸς ὁ χειμάῤῥους τῆς τρυφῆς, καὶ οἷον τῆς εἰρήνης ἡ ῥύσις. ἀλλ' ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευ- ματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν "ἰαὼ σωτηρίαν" ὑποδηλοῖ, καὶ μὴν καὶ Ἰωσεδὲκ "ἰαὼ δικαιοσύνην·" ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν· ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῷ Ἰησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ· προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς φιλεργίας. ∆αρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προσ- τέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ 2.252 λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος ∆αυείδ περὶ τῶν ἐθνῶν "Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- "κουσας Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε "τὸ οὖς σου." ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ' ἂν ὅ φημι καὶ ἐν εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ "προφάσεις ἐν ἁμαρτίαις." ὁ μὲν γὰρ ἔφασκεν "Ἀγρὸν ἠγόρασα·" ὁ δέ "Γυναῖκα "ἔγημα·" ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν αὐτῶν. οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς ∆αυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τῶν ἐθνῶν "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν "ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ "ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων "αὐτῶν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξα- σθήσομαι, εἶπε Κύριος. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.9 2.253 Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί "Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, "ὑμῖν δὲ ἀσφαλές." κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ἑαυ- τῶν ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγα μόλις συνεκο- μίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδα- πάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.