Commentary on the Twelve Prophets · §habakkuk-t2-rem-mid

Habakkuk Tomos 2 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

332 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ' οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστή- ριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χριστόν. 9 Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.9 2.125 Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ ∆ημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λό- γου τὴν δοθεῖσαν ἐντολήν. τοιγάρτοι καὶ τεταράγμεθα καὶ διολώλαμεν, ἀρᾷ καὶ δίκῃ περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους "Γῆ εἶ, καὶ εἰς γῆν "ἀπελεύσῃ." πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ ∆η- μιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ "Κατέπιεν "ὁ θάνατος ἰσχύσας" κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ "πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· "τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς." κατήρ- γηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας, ἐφ' ᾗ καὶ ὠνειδίσμεθα· "Κύριος γὰρ ἐμνήσθη "ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς," καθὰ καὶ ὁ θεσπέσιος ἀνα- μέλπει ∆αυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπόγε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύ- ματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῇ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσ- μεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων ∆ημιουργόν "Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- "σωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου- "σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ "ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, 2.126 τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος γέγραφε Παῦλος, ὅτι πάντα τὰ "ἐν Χριστῷ καινὴ κτίσις, "καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά." οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνα- τλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους και- ροὺς, ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐ "ἐξ "ἔργων νόμου," κατὰ τὰς γραφὰς, ἀλλ' οὐδὲ "ἐξ ἔργων τῶν "ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ "αὐτοῦ ἔλεος." 9Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατα- σκίου δασέως.9 ∆ιττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ' αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμὰν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ Χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ τὴν νοτιωτάτην ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ' ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσί- 2.127 του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν "ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς "τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν "ἐντείλωμαι αὐτῷ." εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμ- μένοις προσβαλεῖν καὶ καθ' ἕτερον τρόπον, ἔστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ᾗ ὁ Χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου "Καὶ σὺ "Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν "χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- "μανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ." οὐκοῦν ὁ Θεὸς ἐκ 333 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Θαιμὰν ἥξει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ' ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῇ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῇ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ' ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει Φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται Χριστός. ἔστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ ∆αυείδ τε καὶ Ἁβραὰμ κατα-κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἐπὶ τὸν Ἰωσήφ. ὄρος 2.128 οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ Χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵ- ματος Ἁβραὰμ καὶ ∆αυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ "Ὅτι ἡ σωτηρία ἐκ τῶν "̓Ιουδαίων ἐστίν." 9Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.9 Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πως ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγ- γέλων, καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ' ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώ- τατος Παῦλος "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω- "μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ "καὶ τιμῇ ἐστεφανωμένον." ἐπειδὴ γὰρ γέγονεν "ὑπήκοος "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ" ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· "ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ "ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ "ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων "καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι "Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." ἀλη- θεύσει δὴ οὖν ὁ Προφήτης λέγων Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, 2.129 "Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελ- "λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός "Υἱός μου εἶ σὺ," τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ "Ὅταν δὲ πάλιν "εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ "προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶ- σαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς Κύρ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.