Habakkuk Tomos 1 rem close CLOSEOUT
Rem CLOSEOUT: Habakkuk Tomos 1 CLOSEOUT.
Greek
εια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ "δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας "ἡμᾶς," κατὰ τὸ γεγραμμένον. 9Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας 316 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. προσώποις αὐτῶν ἐξεναντίας.9 2.81 Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐ- ταῖς ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ' οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀνταν- ισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἂν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα. Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐ- τῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνά- στασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρή- ματα δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἵνα δὴ λέγοιεν, ὡς ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί. 9Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.9 Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων δήμοις τὰ κατ' αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο 2.82 κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνα- καίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῇ σφῶν αὐτῶν πληθύϊ περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκε- σαν· καταῤῥᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔφην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ' ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυ- λώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ' οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ' οὖν καὶ τούτων περιέσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτει- χεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελο- γίσθαι παρ' αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. 2.83 εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν νήσου δίκην ἐκτεταμένην. Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθή- σαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῇ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προ- εστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξῃ καὶ δυναστείᾳ τῇ κατ' αὐτῶν. ἀλλ' οὐκ ἂν ἐγένοντο παίγνια δυστροπίας δια- βολικῆς, εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἂν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτὴρ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ "σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 9Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.9 Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ' ἔσται τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου 317 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀποῤῥαγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετα- σκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων ∆εσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ' αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ' ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελεύσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται. 2.84 9Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.9 Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελ- κότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσ- ραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, κατα- στορνῦντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου "Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- "τεῖ." εἶτά φησιν ὁ Προφήτης Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. εἰ γὰρ καὶ ἠ- πάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ' ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθά- νοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστη- ρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος ∆αυεὶδ τὴν ἐπ' αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, 2.85 ψάλλει καί φησιν "Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- "ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ "λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." 9Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.9 Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἰρημένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέ- γοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τέτακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.