Commentary on the Twelve Prophets · §amos-t4-rem-mid

Amos Tomos 4 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς ἁγίοις προφήταις ἐπὶ τέλει μάλιστα τῶν ἰδίων λόγων μεμ- νῆσθαι Χριστοῦ, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου ποιεῖσθαι τὴν ἀφήγησιν, ἀσαφείαις ἔτι κατεσκιασμένην. φέρε τοίνυν, ἐπ' ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ' οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἂν ἡ συντέλεια κατὰ πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς, ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβρίας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολέμου συμ- φορά. καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, 1.518 ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ' ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις ἐνεργάζεται. Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσ- χρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τὰς εἰς θρῆνον ᾠδὰς, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμοποιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, τουτέστιν, οὕτως ἐπ' αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἢ πατὴρ ἐφ' ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ' αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκότες, καὶ μετ' αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἡμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὑρε- θήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱερο- σολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλ- λυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαΐαν λέγων "Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ 1.519 "ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, "ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν." οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμέρᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱερο- σολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον. Καὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ' ἑαυτοῖς τὸν τῶν ὅλων ∆εσπό- την. ἐφαρμόσαι δ' ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐναν- θρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν "οἱ ἐκτρίβοντες εἰς τὸ "πρωῒ πένητα," τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν τὸ ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ' ἑτέρῳ δὲ οὐδενὶ προϊόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι' οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐ- τοὶ δ' ἂν εἶεν οἱ "λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ "ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς "τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον "καὶ ποιῆσαι ζυγὸν ἄδικον." ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγ- γράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν 205 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; "Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν." 1.520 οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἂν λέγοιτο "Ὀμνύει Κύριος "καθ' ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ "ἔργα ὑμῶν." ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ' αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποτα- μὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων ∆εσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ' αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ "σκότος ἀπὸ ὥρας ἕκτης ἕως "ὥρας ἐννάτης." καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- των ψυχάς. "Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ·" καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἡνίκα "ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται." ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος ∆αυεὶδ, ἐκ φιλο- θεΐας οὕτω λέγων "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ "μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον." ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἂν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ' αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυρόν "Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμὲ, "κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ 1.521 καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἡ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει ∆εσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιῤῥηγνυμένου τοῦ καταπετάσματος "ἀπὸ ἄνωθεν ἕως κάτω." καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου λέγων "Καὶ "ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- "βόλαιον αὐτοῦ." γέγονε τοίνυν τὸ ἐπ' αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ' αὐτοῦ, τουτέστιν οἱ μα- θηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι "Γυναῖκες ἐρχό- "μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·" ὁ τῶν Ἰουδαίων δηλονότι· "διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- "τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ "ἐλεήσῃ" φησίν. 9Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, 1.522 καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.9 Γέγραπται "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει "μίκρᾳ ἡ παιδεία σου ἡμῖν." ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλίψιν εἰδὼς καὶ ὁ θεσπέσιος ∆α

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.