Commentary on the Twelve Prophets · §amos-t2-rem-close

Amos Tomos 2 rem close CLOSEOUT

Rem CLOSEOUT: Amos Tomos 2 CLOSEOUT.

Greek

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. και- ρόν· ἦσαν δὲ τριάκοντά τε ἔτη καὶ ἕν. ἐν δέ γε τῷ λοίσθῳ καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει παν- στρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν Ἰουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλί- ζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καὶ δεσμεύσας εἶχεν ἐν Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ἰωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῇ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ἰωακεὶμ, ἀνέβη Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, 1.430 ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληΐζοντο γῆν. γέ- γραπται γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις "Τότε ἤρξατο "ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα "Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον "καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ "Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ "βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- "λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου "ἐκ Ῥαμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ "πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις "αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν "γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τρία καὶ ἀπέστη ἀπ' "αὐτοῦ. καὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους, "καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν "̓Αμμὼν καὶ τῆς Σαμαρείας." Ταυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ βούλεσθαι προσκυνεῖν "τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ," καθὰ γέγραπται. 1.431 Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγ- γείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶν- τες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατεῤῥιμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ' οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται κατ' αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεο- νεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ' οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ 172 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. τὸ δὲ Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθήσεταί σου 1.432 ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις,καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ' ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες τὸν Ἰσραήλ. 9Τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στό- ματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπα- σθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν ∆αμασκῷ.9 Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφη- τείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ Ἰσραὴλ, σέσωσται δὲ "τὸ κατάλειμμα" κατά γε τὴν Ἡσαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν ∆αμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πε- 1.433 φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῇ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ' ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ' ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, ἀλλ' ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν ∆αμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῇ τετάρτῃ τῶν βασι- λειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ' Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ Ῥομελίου βασιλέως Ἰσραὴλ, καὶ μέντοι καὶ Ῥαασσὼνβασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε Ῥαασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν ∆αμασκόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ' ἐπεφάνη καὶ βεβοήθηκεν "Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ "θεὶς ὑπὲρ τῶν προβάτων," καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός "Τὰς μύλας τῶν λεόν- 1.434 "των συνέθλασεν ὁ Κύριος," καὶ ὡς ὁ Παῦλός φησιν "̓Απέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, διότι ἐ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.