Commentary on the Twelve Prophets · §amos-t1-rem-mid

Amos Tomos 1 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐ- τῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προϊόντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Να-βὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ' ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμέ- νον τὸν Ἰσραὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ' ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρῳ- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι 1.374 σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- σασθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ "̓Ιωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς"ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ "ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ "πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν "̓Ισραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ "εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ "ῥῆμα Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου "αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ Γεὲθ ἀγχο-"φέρ. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν "σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους "καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. "καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ "ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς "̔Ιεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ "καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα "ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν ∆αμασκὸν καὶ τὴν "Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα "ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασ- μένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προ- ασπίζων αὐτοῦ· ἐπέστρεψε δὲ τὴν ∆αμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- 1.375 λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ Ὀζίας,βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- μενος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ 151 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ' αὐτὸ τὸ θεῖον ἀνα- βῆναι θυσιαστήριον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ' εὐ- θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ- πέμπηται τῆς Ἱερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης ἱερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ "βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου"βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- "λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν "̔Ιερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἐξ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ "πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν "ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν "τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος τοῦ βασιλέως, καὶ ἦν "λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ." καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων 1.376 ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως "Καὶ "ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς δέκα "καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ "̓Αμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν "αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ "τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν "̓Οζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- "σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα "ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν "τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος "ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν "Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ "ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ "τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίας καὶ τὰ τείχη Ἀζώτου, "καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις "κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ "τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ "τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, "καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- "χυσεν ἕως ἄνω." εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ "Καὶ "ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν "Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. "καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ' αὐ- "τοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη- "σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία 1.377 "θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν "τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος "ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς "δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν "τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· "ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα "ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν "οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. "καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, "καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν "αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι "ἤλεγξεν αὐτὸν Κύριος." Περὶ μὲν οὖν τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν ἀπόχρη ταυτί· ὅτι δὲ γέγονεν ἀνὴρ δυνατὸς, καὶ ταῖς τῶν ἀλλοφύλων ἐπ- εστράτευσε χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ' αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἱεροβοὰμ, νενίκηνται γὰρ δι' αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται ∆αμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύ- λων γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν 152 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινων

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.