Kephalaion 2 rem mid
Rem mid: Kephalaion 2; lemma continues; spiritual reading with the letter.
Greek
χορηγούμενον Πνεῦμα, καὶ διαμορφοῦν αὐτὴν εἰς εἶδος τὸ ἀνωτάτω, τουτέστι, τὸ θεῖον. ὅτι γὰρ οὐκ εἰς ψυχὴν ἀνθρώπῳ τὸ ἐμφυσηθὲν αὐτῷ γέγονε πνεῦμα, οὔτε μὴν εἰς νοῦν, ὡς οἴονταί τινες, ἐντεῦθεν ἔστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ὁ ἐμφυσήσας νοεῖται ὁ Θεὸς, τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ πάντως που νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ. εἶτα πῶς ἂν τὸ ἐκ Θεοῦ Πνεῦμα μετέβαλεν εἰς φύσιν ψυχῆς, ἢ καὶ νοῦς ἐγένετο; ἀμήχανον γὰρ τοῦ τρέπεσθαι τὸ Πνεῦμά ἐστιν. εἰ δὲ δοίη τις εἶναι καὶ κατὰ τροπὴν γενέσθαι ψυχὴν ἢ νοῦν· ὅπερ ἐστὶ τῶν ἀμηχάνων· ἀλλ' ἐκεῖνό γε εὐθὺς ἔστιν ἰδεῖν. εἰ γὰρ εἰς ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν ἂν ἡ ψυχὴ καὶ ὁ νοῦς ἀνεπίδεκτος ἁμαρτίας. εἰ δὲ ὑποπέπτωκεν ἁμαρτίαις εἰς ψυχὴν μεταβεβλημένον τὸ ἐκ Θεοῦ Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ' ἡμῶν ἐπάγεται. πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινε τὴν εἰς ὅπερ οὐκ ἦν, εἶτα πρὸς τούτῳ καὶ ἁμαρτίας αὐτό φαμεν γενέσθαι δεκτικόν. οὐκοῦν ἐψυχώθη μὲν τὸ ζῷον ἀῤῥήτῳ δυνάμει Θεοῦ,
About this text
Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.
Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.