Solutiones Kephalaion 2 opening
Kephalaion 2.
Lemma-led open — ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει.
Greek
ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀνέχεσθαι διαπίπτειν τὸν λόγον ἐᾶν ἐφ' ἃ μὴ προσῆκεν, ἤγουν ἔξω φέρεσθαι τοῦ εἰκότος. γέγραπται γὰρ, ὅτι "ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει." ὃ δὲ σαφῶς οὐκ ἔφη τὸ γράμμα τὸ ἱερὸν, πῶς ἄν τις ἐξηγοῖτο σαφῶς; οἷόν τι φημὶ ἐν τῷ τῆς κοσμοποιΐας βιβλίῳ γέγραπται, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ὅτι μὲν πεποίηκεν, ἔφη τὸ γράμμα τὸ ἱερὸν, καὶ ἀληθὲς ἐν πίστει τοῦτο δεχόμεθα. τὸ δὲ ὅπως ἢ πόθεν, ἢ τίνα τρόπον 552 παρήχθη πρὸς ὕπαρξιν οὐρανός τε καὶ γῆ καὶ τὰ ἕτερα τῶν κτισμάτων πολυπραγμονεῖν οὐκ ἀζήμιον· οὐ γὰρ δεῖ τοῖς βαθυτέροις ἐγκαθιέναι τὸν νοῦν. ὅσα τοίνυν μὴ σφόδρα σαφῶς ἡ θεία λέγει γραφὴ, ταῦτα χρὴ λανθάνειν, καὶ ἐν σιωπῇ παρατρέχειν. εἰ δὲ χρὴ κατατεκμαίρεσθαι μετὰ λογισμοῦ βλέποντος εἰς ὀρθότητα, φαμὲν, ὅτι ὁ τῶν ὅλων δημιουργὸς ἔπλασε μὲν ἀπὸ γῆς τὸν ἄνθρωπον, ἤτοι τὸ σῶμα· ψυχώσας δὲ αὐτὸ ψυχῇ ζώσῃ τε καὶ νοερᾷ, καθ' ὃν οἶδε τρόπον, παντὸς ἀγαθοῦ πράγματος ἔφεσίν τε καὶ γνῶσιν ἐγκατεβάλετο φυσικῶς αὐτῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ εἰρημένον διὰ τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου "Ἦν τὸ
About this text
Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.
Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.