Sermon on the Three Youths

Cyril of Alexandria · c. 412–444 · PG 77; Sermo de obitu trium puerorum · Original English Translation

Sermo de obitu sanctorum trium puerorum Sermon opening§serm-open

serm-openSermon.

Lemma-led open — ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΕΛΕΥΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙ∆ΩΝ ΚΑΙ ΤΟΥ

Greek · §serm-open

Sermo de obitu sanctorum trium puerorum ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΕΛΕΥΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙ∆ΩΝ ΚΑΙ ΤΟΥ ΠΑΝΣΟΦΟΥ ∆ΑΝΙΗΛ. Πρόφασις καιρῶν παρέστη, ἀγαπητοὶ, μαρτύρων ἀγαθῶν ἐνέγκαι μνήμην· αὕτη γὰρ ἡ μνήμη μιμεῖται τὴν πανήγυριν τῶν οὐρανίων ταγμάτων, ἐπὶ πρεσβείαν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν· ὅσοι οὖν τὸν Θεὸν ἐπιγινώσκετε, σήμερον ἐνταῦθα τὰς ἀκοὰς ὑμῶν προτείνατε, ὅπως ἀξιωθῆτε τοῦ βραβείου τῶν ἀρτίως λεγομένων μαρτύρων· τούτους γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζειν χρὴ τοὺς μήπω θεασαμένους ἐνανθρώπησιν Χριστοῦ, καὶ θάνατον ἀθανάτου, καὶ ἀνάστασιν ἐκ νεκρῶν, καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ὁμολογητὰς καὶ μάρτυρας αὐτοῦ

Sermon rem early§serm-rem-early

serm-rem-earlyRem early: Sermon; historia and theoria toward Christ.

Greek · §serm-rem-early

γεγονότας· περὶ τούτων ἡ πρόνοια τῆς ἀχράντου Τριάδος διὰ τῆς ἀρτίως ἀναγνωσθείσης προφητείας, ἕνεκεν τῶν βασιλικῶν ὁμοφύλων παίδων, Ἀνανίου, Ἀζαρίου, καὶ Μισαήλ· περὶ τούτων βούλομαι τὴν πολιτείαν καὶ συνηγορικὴν ἐπιστήμην καὶ συμμαχίαν καὶ τελείωσιν ἐξηγήσασθαι τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὸ πῶς ἀνδραγαθήσαντες ἐτελειώσθησαν οἱ καλοὶ κλάδοι παῖδες, κ.τ.λ.

Sermon rem mid§serm-rem-mid

serm-rem-midRem mid: Sermon; lemma continues; spiritual reading with the letter.

Greek · §serm-rem-mid

Ταύτην τὴν κατασκευὴν τῆς διαθήκης τῆς ἀγαθῆς ἐγὼ Κύριλλος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀλεξανδρέων πόλεως, ἔτυχον τῇ διαθήκῃ τοῦ ∆ανιήλ· συνεγραψάμην δὲ ὁσίων καὶ ἀμωμήτων παίδων σύμβολον καὶ πολιτείαν, καὶ τὴν εἰς Χριστὸν τελείωσιν. Γένοιτο δὲ τῇ τοῦ Χριστοῦ χάριτι, καὶ πρεσβείᾳ τῶν ἀρτίως μνημονευθέντων καλλινίκων μαρτύρων, θάλλειν καὶ προκόπτειν τὴν τοῦ Χριστοῦ

Sermon rem close§serm-rem-close

serm-rem-closeRem CLOSEOUT: Sermon CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §serm-rem-close

Ἐκκλησίαν εὐθηνοῦσαν ἐν καρπῷ δικαιοσύνης· ὅπως οἱ πατέρες καὶ αἱ μητέρες τοιαῦτα βλαστάνοντες φυτεύματα μετὰ σωφροσύνης καὶ εὐσεβείας, οἱ νεανίσκοι καὶ παρθένοι τοιαύτης πολιτείας ἀξιῶνται, τοιαύτης ἀρετῆς συναυξάνωσι. Τελειοῦνται δὲ οἱ ἅγιοι παῖδες μηνὶ δεκεμβρίῳ ιζʹ.

Contents ↑