Question 5 rem mid
Rem mid: Question 5; lemma continues; spiritual reading with the letter.
Greek
ἀλλ' ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ 589 ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ' ὅτε τὸν ἄνθρωπον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι " Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ' οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ' ἐπ' ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.