Responsiones Question 1 opening
Question 1.
Lemma-led open — Πνεῦμά φησιν ὁ Θεός;
Greek
Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς κατὰ μὲν τὴν ἀξίαν τῆς θεότητος συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος καὶ ἦν ἐπὶ γῆς, καθ' ὑπόστασιν δὲ, οὐκ ἔτι. 577 ΕΠΙΛΥΣΙΣ. Μανθάνω τινὰς εἰκῇ καὶ ἀπερισκέπτως καὶ ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ ἀναγκαίοις πράγμασιν φλυαρεῖν εἰωθότας, φάναι τι τοιοῦτον, ὡς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς κατὰ μὲν τὴν τῆς θεότητος καὶ οὐσίας ἀξίαν συνῆν τῷ Θεῷ καὶ Πατρὶ, ἡνίκα ἐπὶ τῆς γῆς ἐχρημάτιζε καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, ὡς ὁμοούσιος ὢν αὐτῷ· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον οὐκ ἔτι. κεκένωτο γὰρ πᾶσα, ὡς αὐτοί φασιν, ἡ υἱοτικὴ ὑπόστασις ἐκ τε τῶν οὐρανῶν καὶ αὐτῶν τῶν πατρικῶν κόλπων. οὐ γὰρ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας. ἐγὼ δὲ τὸ προπετὲς τῆς ἀμαθίας τῶν ταῦτα πεφρονηκότων θαυμάσας, δεῖν ᾠήθην ἀναγκαίως ἐκεῖνο εἰπεῖν, ὅτι πεπόσωται παρ' αὐτοῖς ἡ οὐσία τοῦ Θεοῦ, καὶ καταληπτὴν αὐτὴν εἶναί φασι καὶ πεπερατωμένην, καὶ οὐκ ἔτι μὲν ἀπεριόριστον οὐδὲ ἀκατάληπτον, ἄλλ' ἤδη καὶ τόποις χωρητὴν καὶ διαστήμασι περιληπτὴν, ἁρμόζει δὲ ταῦτα τοῖς τῶν σωμάτων λόγοις. οὐκοῦν καὶ σῶμα, πάντως δέ που καὶ ἐν εἴδει, καὶ οὐ δίχα σώματος· ἕπεται γὰρ τὰ τοιάδε τοῖς σώμασιν. εἶτα πῶς ὁ Σωτήρ "Πνεῦμά φησιν ὁ Θεός;" πνεῦμα γὰρ εἶναί φησιν αὐτὸν ἵν' ἔξω σωματικῆς φαντασίας ἀγάγῃ τὴν ὑπερφυᾶ καὶ ἀπόῤῥητον φύσιν. ἆρ' οὐκ ἄν τις εἴποι δικαίως τοῖς τὰ τοιάδε τεθρυληκόσιν, ἢ καὶ τολμῶσι φρονεῖν "Ἐδικαιώθη 578 "Σόδομα ἐκ σοῦ;" εὐσεβέστερον γὰρ οἱ παρ' Ἕλλησι δοξάζουσι σοφοὶ τὸ θεῖον ἀσώματον καὶ ἀνείδεον, ἄποσόν τε καὶ ἀμερὲς, καὶ ἀσχημάτιστον εἶναι διαβεβαιούμενοι, καὶ πανταχῇ μὲν ὑπάρχειν, ἀπολιμπάνεσθαι δὲ οὐδενός. πῶς δὲ κἀκεῖνο διέλαθεν αὐτούς; εἰ γὰρ ὁμοούσιος ὢν ὁ Υἱὸς τῷ Πατρὶ, κεκένωκε τῆς αὐτοῦ παρουσίας τὸν οὐρανὸν, ὅτε γέγονεν ἄνθρωπος, καὶ συνανεστρέφετο τοῖς ἐπὶ τῆς γῆς, ἄραρεν ὅτι κενὴ καὶ ἡ γῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἦν, ὅτι μὴ αὐτὸς γέγονεν ἄνθρωπος, μήτε μὴν ἀνθρώποις συνανεστρέφετο, ἀλλ' ἵνα τι κατὰ τὴν αὐτῶν ἀσυνεσίαν εἴπω, μεμένηκεν ἐν τοῖς οὐρανοῖς. πῶς οὖν ἔφασκεν ὁ Σωτὴρ, ὅτι "̔Ο Πατὴρ ἐν ἐμοὶ
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.