Exposition on the Psalms · §ps091-open

Expositio in Psalmos Psalm Ρʹ opening

Psalm Ρʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Ρʹ. — σοι, φησὶν, ὦ ∆έσποτα, καὶ δοξολογήσω σε διηνεκῶς·

Greek

ΨΑΛΜΟΣ Ρʹ. [Ψαλμὸς τῷ ∆αβίδ. Τῷ ∆αβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ σπέρματος ∆αβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ ∆αβὶδ τὸ τῆςεἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκό σμιον βλάστημα. Καὶ μετ' ὀλίγα· Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέ του καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά τινων τύπους ἁρπάσῃ, οὐδ' ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ' ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πο λιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ' αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρ χαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ' ἡμῖν δικαίαν ἐξενεγκών.] [Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. "Ψαλῶ" σοι, φησὶν, ὦ ∆έσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· "συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ." Τουτ έστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρ δίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκεί νης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός. Ἐν αὐτῷ γὰρ "πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·" καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοι κοῦντα Χριστόν· ὅταν δὲ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.