Psalm Ζʹ (block 2) rem early
Rem early: Psalm Ζʹ (block 2); historia and theoria on the lemma toward Christ.
Greek
τουτ έστιν ὁ Υἱὸς, τῷ ἰδίῳ γεννήτορι τὴν οἰκουμένην πρὸς θεογνωσίαν ἀναγαγὼν, καὶ θανάτου καὶ φθορᾶς ἐξ ελὼν τὸ ἐξ ἁμαρτίας συντετριμμένον ποίημα, καίτοι κατ' εἰκόνα γεγονὸς τοῦ Κτίσαντος. [∆εξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· δι' αὐτοῦ γὰρ ὡς διὰ χειρὸς ἰδίας τὰ πάντα εἰς τὸ εἶναι παρήνεγκεν ὁ Πατήρ· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Ἰωάννης περὶ αὐτοῦ· "Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό γος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Ἀλλ' ὥσπερ ἡ τοῦ ἀνθρώπου χεὶρ οὐκ ἀλλοτρία τοῦ σώ ματός ἐστιν, ἀλλ' ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ· αὕτη τοίνυν ἡ πάντων ἰσχύουσα τοῦ Πατρὸς δεξιὰ, ἡ πάν των δημιουργὸς καὶ τεχνῖτις, ἣν πάντα τὰ ἔργα τρέ μει, σέσωκεν ἑαυτῷ τε καὶ τῷ Πατρί. Τί δὲ σέσωκεν; ἅπασαν δηλονότι τὴν ὑπ' οὐρανόν· σεσαγήνευκε γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ.] [Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ Σωτήριον καὶ δικαιοσύνην ὀνομάζει Χριστόν· σέ σωκε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ δεδικαίωκεν ἐν πίστει.] [Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Τουτέστιν, Οὐδεὶς ἀπομεμένηκεν ἀμέτοχος τῆς διὰ Χριστοῦ σωτηρίας. Κέκληται γὰρ, ὡς ἔφην, διὰ τῆς πίστεως ἡ σύμπασα γῆ.] [Ποταμοὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.