Psalm ςʹ (block 3) rem mid
Rem mid: Psalm ςʹ (block 3); lemma continues; spiritual reading with the letter.
Greek
αὐτοῦ. (B f. 392, H f. 439. Cord. Alterius.) Οὐρανούς φησιν ἐν τούτοις οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλὰ τοὺς ὄντας ἐν οὐρανοῖς, τουτέστι τοὺς ἁγίους ἀγγέλους· οὗτοι τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ Πατρὸς ἀναγγε λοῦσι. Σέσωκε γὰρ τοὺς ἐπὶ γῆς, δικαιώσας ἐν πίστει τῇ ἐν Χριστῷ. Οὕτω γὰρ πλήρης γέγονεν ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ' ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολ λαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πραγματικῶς μόνοι ἴσασιν οἱ οὐρανοὶ, ὄντες ἄνδρες δίκαιοι. Ἐπιδεικνυμένην γὰρ πίστιν ἀναγγελεῖ δί καιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζο μένης.] [Προσκυνήσατε αὐτῷ, πάντες ἄγγελοι. (B f. 392 b, H. f. 440. Cord. Anonymi.) Τίνι προσ κυνεῖν ἐπιτάττονται; Χριστῷ δηλονότι, τουτέστιν ἐνανθρωπήσαντι τῷ Μονογενεῖ. "Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Ἀναγκαίως δὴ ἐνταῦθα τὴν προσκύνησιν τῶν ἀγγέ λων εἰσήγαγεν, ἵνα μὴ αἰσχυνθῶμεν προσκυνῆσαι Θεῷ ὃν προσκυνοῦσιν ἄγγελοι· ἅμα δὴ γνῶμεν, ὡς εἰς ἀγγέλων τάξιν οἱ προσκυνοῦντες τὸν Θεὸν ἀνερχό 69.1252 μεθα. Πρὸς τούτοις ὅτι τῶν ἀγγέλων τὸ προσκυνεῖν ἴδιον, οὐ τὸ προσκυνεῖσθαι. Οἱ τοίνυν δαίμονες, ἀπο πεσόντες καὶ ταύτης τῆς ἀξίας τῶν ἀγγέλων, προσκυ νεῖσθαι δυνήσονται, ἀλλ' ἀπάτῃ τῶν προσκυνούντων.] [Ἤκουσε, καὶ εὐφράνθη Σιών. (B f. 392, H f. 440 b, Cord. Anonymi.) Ἔοικεν οὖν ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν πρώτην τῶν Ἰουδαίων κλῆσιν βούλεσθαι καταδηλοῦν, ἣν δὴ καὶ πρώτην ἐποιήσατο Χριστός. Τοῦτο καὶ πάλαι διὰ φωνῆς τοῦ ∆αβὶδ ἔφη λέγων· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." Τουτέστι, φανερὸν καταστή σει τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρός.] [Φῶς ἀνέτειλε τῷ δικαίῳ. (B f. 393 H f. 442. Cord. Anonymi.) Τὸ ἀνέτειλέ φησιν ἀντὶ τοῦ ἀνατέλλει. Πᾶς γὰρ εἴ τίς ἐστιν ἀγα θὸς καὶ δίκαιος, τούτῳ πάντως
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.