Expositio in Psalmos Psalm ςʹ (block 3) opening
Psalm ςʹ (block 3).
Lemma-led open on ΨΑΛΜΟΣ ς ʹ. — Ὁ Κύριος ἐβα σίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.
Greek
ΨΑΛΜΟΣ ς ʹ. Τῷ ∆αβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. (B f. 390 b, H f. 435 b.) ∆αβὶδ μὲν ὠνομάσθη πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς ὁ ἐκ σπέρ ματος ∆αβὶδ γεγονὼς κατὰ σάρκα Χριστός· καθάπερ ἀμέλει καὶ Ἰσραὴλ, οἱ ἐξ Ἰσραὴλ, καὶ Ἰακὼb, οἱἐξ Ἰακώb. Ἄδεται τοίνυν ὁ ψαλμὸς τῷ ∆αβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἄδεται δὲ πότε καὶ ἐπὶ τίσιν; Ὁπότε, φησὶν, ἡ γῆ αὐτοῦ κατέστη. Καὶ μετ' ὀλίγα. Ἐπέφανεν γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔπαυσε τοὺς θορύβους, κατέστησε τὴν γῆν. Καὶ τίνα τρόπον, ὁ ψαλμὸς διδάξει λέγων· "Ὁ Κύριος ἐβα σίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί." Οὕτω κατέστη τὰ καθ' ἡμᾶς· βεβασίλευκε γὰρ ὁ Χριστός. Αὕτη γέγονεν τῆς ἑορτῆς ἡ πρό φασις. [∆ικαιοσύνη καὶ κρῖμα κατόρθωσις. (B f. 391, H f. 437. Cord. Anonymi.) Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλ αγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιο σύνης, ἀλλὰ κατὰ πολὺ αὐτοῦ ἔλεος. Σέσωκε δὲ ἡμᾶς καὶ δι' ὕδατος. ∆ι' ὕδατος δὲ ποίου; τοῦ ἁγίου μυ στικοῦ δηλονότι, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλ λον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί.] [Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. (B f. 391 b, H f. 437. Cord. Alterius.) Πῦρ φησιν οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὲν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον, καὶ δυσάν τητον, καὶ δυσδιάφευκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθρεύοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες, καὶ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ' αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἀφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὴν ὀργήν. Οὕτως οὖν ἐξείλετο τοὺς ὑπ' αὐτῷ γε γονότας, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς.] [Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. (B f. 391 b, H f. 458 Cord. Anonymi.) Πεφανέρω 69.1249 ται γὰρ ἡ ἔκλαμψις τοῦ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ πεφώτικεν τὰς ἁπάντων καρδίας. Καὶ μετ' ὀλίγα· Ἔοικεν ἐν τούτοις ὁ μακάριος Ψαλμ ωδὸς ἀστραπὰς ὀνομάζειν Χριστοῦ τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.