Psalm ∆ʹ (block 2) rem close
Rem CLOSEOUT: Psalm ∆ʹ (block 2) CLOSEOUT.
Greek
ὁμολογείτωσαν ὅτι καὶ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς κατὰ ἀλήθειαν.] [∆εῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν. (H f. 424. Cord. Theodori.) Ὅταν ἴδητε, φησὶν, εἴδει τῷ καθ' ἡμᾶς, ἤγουν ἐν ἀνθρωπείᾳ μορφῇ, πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, τὸν σύνθρονον τῷ Πατρὶ Θεὸν Λόγον, μὴ ἀγνοήσητε τὴν οἰκονομίαν, μὴ φύγητε τὸ προσκυνεῖν αὐτῷ, μὴ παραιτήσησθε τὸ προσπίπτειν αὐτῷ· ἐπίγνωτε δὲ μᾶλλον, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς αὐτοῦ.] [Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. (H f. 425. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ σήμερον; Κατὰ τὸν ἐνεστηκότα δηλονότι καιρὸν, καθ' ὃν γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· τότε γὰρ ἅπαντες ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. Οὐ γὰρ λελά ληκε πρὸς ἡμᾶς δι' ἑνὸς τῶν ἁγίων τινός· ἀλλ' οὐδὲ ἐν τάξει προφητῶν παραγέγονε πρὸς ἡμᾶς, ἀλλ' ὡς Θεὸς τῶν ὅλων καὶ Κύριος.] [Τεσσαράκοντα ἔτη προσώχθισα. (B. f. 386 b. Cord. Eusebii.) Οἱ γὰρ ἐξ Ἰσραὴλ ταῖς ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μετα μελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς· τὴν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν.]
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.