Psalm ΠΗʹ rem early
Rem early: Psalm ΠΗʹ; historia and theoria on the lemma toward Christ.
Greek
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Θήσει δὲ αὐτὸν ὁ Θεὸς καὶ πρωτότοκον, καθὰ καὶ Παῦλος ὁ μέγας φησίν· "Εἰς τὸ εἶναι αὐτὸν πρωτό τοκον ἐν πολλοῖς ἀδελφοῖς·" καὶ πάλιν· "Πρωτότο κος ἐκ τῶν νεκρῶν, καὶ πρωτότοκος πάσης κτίσεως." Ἔλεγε δὲ καὶ ὁ Σωτὴρ τῇ Μαρίᾳ· "Πορευθεῖσα, εἶπε τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Καὶ γὰρ μονογενὴς μέν ἐστιν ὡς Θεὸς, πρωτότοκος δὲ ὡς ἄνθρωπος· ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας, καὶ Πατέρα ἑαυτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεός· Θεὸν δὲ αὐτοῦ πάλιν ὡς ἄνθρωπος.] Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. (F f. 150, K f. 160 b) Αὐτῷ μὲν τῷ πεπιστευκότι δι' αὐτοῦ λαῷ φησι· ἔλεος δὲ τὴν διὰ πίστεως ἄφ εσιν. Πιστὴ δὲ διαθήκη ἀντὶ τοῦ ἀσφαλὴς καὶ βεβαία καὶ μένουσα· ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. "Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος." Πέπαυται μὲν γὰρ ἡ πρώτη διαθήκη σκιᾶς ἔχουσα τύπον, καὶ μόνον τῆς ἀληθείας τὴν μόρφωσιν· εἰσαγωγὴ δὲ γέγονεν ἡμῖν κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς ὁ μακάριος γράφει Παῦλος. Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος. (F f. 150 ετ 151, K f. 160 b) Θρόνον φησὶν ἐν τού τοις τὴν ἀρχὴν αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν. Χριστοῦ δὲ θρόνος ἡ Ἐκκλησία· ἐπαναπαύεται γὰρ αὐτῇ, καθ' ἃ καὶ ἐν τοῖς ἁγίοις ἀγγέλοις. Γέγραπται γάρ· "Ὁ οὐρανός μοι θρόνος." Καὶ ἡ μὲν ἐν τοῖς οὐρανοῖς Ἐκκλησία θρόνος ἐστίν· ὁμοίως δὲ πάλιν καὶ ἡ ἐπὶ γῆς θρόνος τοῦ πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Ἔσται οὖν, φησὶ, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ' οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Ὥσπερ οὐδεὶς ἐν οὐρανοῖς τὸν ἡλίου καὶ σελήνης κύκλον σβέσαι δυνήσεται, οὕτως οὐδεὶς ἐν ἀνθρώποις ἀμαυρώσει ποτὲ τὰς τῆς Ἐκκλησίας αὐγὰς, ἤτοι τὴν λαμπρότητα τὴν νοητήν· φαίνει δὲ ἀεὶ καθάπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κ.τ.λ. (F f. 151 b, K f. 161) Ἀντὶ τοῦ, ἀπωσθῆναι καὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.