Psalm ΠΓ rem early
Rem early: Psalm ΠΓ; historia and theoria on the lemma toward Christ.
Greek
τρυ γόνες τοὺς ἑαυτῶν θάλπουσι νεοττοὺς παρὰ τοῖς θείοις θυσιαστηρίοις. Νεοττοὶ δὲ διδασκάλων, οἱ δι' αὐτῶν πιστεύοντες· πατέρες γάρ εἰσι πνευματικοί. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τρυγόσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγούς. Καὶ διὰ ποίαν αἰτίαν; Λαλίστατος καὶ εὔφωνός ἐστιν ἡ τρυγών· ἡμῖν δὲ τοῖς φιλομαθέσιν, οἱ τῶν μυσταγωγούντων εἰσὶ λό γοι. Τρυγόνες οὖν οὗτοι ἄρα εἰσὶ πνευματικοί. Οὐχὶ ἡ ψυχὴ δὲ μόνη γάννυται καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰ νίττεται. ∆ιὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγό ρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλώνιοι θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμε τέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, καὶ μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες, ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσι. [Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Ἐν γὰρ ταῖς ἐκκλησίαις μάλιστα τὰς τῆς σωτη ρίας συλλέγουσιν ἀφορμὰς οἱ τῶν ἁγιοπρεπῶν σπου δασμάτων ἐπιστήμονες· λαλεῖ γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον διὰ προφητῶν ἁγίων, διὰ φωνῆς ἀποστόλων καὶ εὐαγγελιστῶν. Καὶ ὥσπερ ἐν ἰατρείῳ πολλοὶ μὲν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.