Exposition on the Psalms · §ps074-rem-early

Psalm Πʹ rem early

Rem early: Psalm Πʹ; historia and theoria on the lemma toward Christ.

Greek

εἰμι Κύριος ὁ Θεός σου, ὁἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας." Καὶ μετ' ὀλίγα, εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· "Καὶ ὁ λαὸς ἅπας ἑώρακε φωνὴν, καὶ τὰς λαμπάδας τοῦ πυρὸς, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος καπνίζον. Καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς, καὶ ἀπ έστησαν μακρόθεν. Καὶ εἶπον τῷ Μωσεῖ λέγοντες· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Ἀκούεις ὅπως ἀσυνήθους οὐκ ἀνέχονται φωνῆς· Οὐ φέρουσι λαλοῦντα τὸν Θεόν; Καὶ μετ' ὀλίγα, διὰ τοῦτο θαυμάζων φησὶν ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ· "Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου," καὶ τὰ ἑξῆς. Ἤκουσε γὰρ νομοθε τοῦντος τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἅπαξ ἀφόρητον ἦν τὸ πρᾶγμα αὐτοῖς, ἐξήτουν μεσίτην, λέγοντες τῷ μακα ρίῳ Μωσεῖ· "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Εἶτα τί τὸ ἐντεῦθεν; Συνεῖδεν εὐθὺς ὁ Θεὸς καὶ Πατὴρ ὅτι χρῄ ζομεν τοῦ μεσιτεύοντος. Ἀλλ' οὐκ ἐνεδέχετο Μωσέα, θνητὸν ὄντα καθ' ἡμᾶς, μεσίτην ἀεὶ γενέσθαι Θεοῦ καὶ ἀνθρώπων· διὰ τοῦτο παραχρῆμα τὴν ἐπὶ Χριστῷ προφητείαν ἐποιεῖτο λέγων· "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει κατὰ πάντα ὅσα ἂν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.