Exposition on the Psalms · §ps064-open

Expositio in Psalmos Psalm Οʹ opening

Psalm Οʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Οʹ. — ΨΑΛΜΟΣ Οʹ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Ἔστι δι καιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι οὗ ἐῤῥύσθημεν τ

Greek

ΨΑΛΜΟΣ Οʹ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. (A f. 354. Κυρίλλου καὶ Βασιλείου.) Ἔστι δι καιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι' οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. Ὁ μὲν οὖν ἔχων εἰς Θεὸν ἐλπίδα, μέχρι τοῦ παντὸς αἰῶνος οὐ καταισχυνθήσεται· καθάπερ ὁ ἐπί τι πεποιθὼς ἔτε ρον, ἡνίκα τῆς ἐλπίδος ἐκπέσῃ· ὁ πεποιθὼς γὰρ, φησὶν, ἐπὶ πλούτῳ, οὗτος πεσεῖται. Καὶ μὴ ἐλπίζετε ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Καὶ ἐπι κατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον· εὐλογη μένος δὲ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ. Κἀγὼ τοίνυν, φησὶν, εἰ μὲν ἐπ' ἄνθρωπον ὅλως ἢ ἐπ' ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν ἀνῆψά μου τῆς ψυ χῆς τὴν ἐλπίδα, ἄξιος εἴην καταισχύνεσθαι. Εἰ δὲ πάντων μὲν τῶν ἄλλων ὑπερεῖδον, πρὸς σὲ δὲ μόνον ἐπήρεισά μου τὴν ὅλην πεποίθησιν, μὴ δὴ, ὁ Θεὸς, καταισχυναίμην δι' αἰῶνος. Μνησθεὶς δὲ τῆς συμφύ του δικαιοσύνης τῆς πᾶσι διανεμητικῆς τοῦ κατ' ἀξίαν, ῥῦσαί με τῶν ἐπιτιθεμένων ἀνθρώπων ἢ δια μόνων, καὶ τῆς αὐτῶν ἐξελοῦ σκαιότητος.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.