Exposition on the Psalms · §ps062-rem-mid

Psalm ΞΗʹ rem mid

Rem mid: Psalm ΞΗʹ; lemma continues; spiritual reading with the letter.

Greek

ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. (A f. 348 b, H f. 174 b, Κυρίλλου καὶ Εὐσεβίου.) ∆ιὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παρά σχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ ∆αβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· "Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, 69.1169 ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ' ἐμέ." Οὐκοῦν πρόσ ελθε τῷ λέγοντι· "∆εῦτε πρός με, πάντες οἱ κοπιῶν τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." (A f. 348 b) Φαίη δ' ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ' ἡμῶν αἰχ μάλωτον. Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτη τος τὸ κατ' αὐτὸν μυστήριον. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. (A f. 348 b, E f. 133, F f. 104 b) Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος, 150 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελη μάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστή ριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. (A f. 348 b) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. (A f. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνό ματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς. Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυ ροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ τα λαιπωρίαν. (A f. 349, B f. 289 b) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. (A f. 349, B f. 289 b, E f. 133 b, H f. 177, Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή. Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν "ὄξος χολῇ συμμιγέν· καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·" ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη. 69.1172 Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. (A f. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· "Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·" ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖ ράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέ πειν. (A f. 349 b, B f. 20, II f. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχον τες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρ δίας. Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. (A f. 349 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, ∆έσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. (A f. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπί πονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν. (A f. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν 151 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν· "Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέ ρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας." 69.1173 Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι' ἢν τὰ τοιαῦτα

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.