Exposition on the Psalms · §ps060-open

Expositio in Psalmos Psalm Ξςʹ opening

Psalm Ξςʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Ξ ςʹ. — Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,

Greek

ΨΑΛΜΟΣ Ξ ςʹ. [Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς. "Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους," καθά φησιν ὁ μακάριος ∆αβὶδ, "Θεὸς Κύριος, καὶ ἐπ έφανεν ἡμῖν." Ἔδειξεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸ ἑαυτοῦ πρόσωπον, τουτέστι τὸν Υἱόν· εἰκὼν γάρ ἐστι καὶ "χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·" καὶ γοῦν ἔφασκεν ἐναργῶς· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν."] Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου. (A f. 333) Ἱκετεύω, φησὶν, ὦ ∆έσποτα, τὸ σὸν ἐπιφανῆναι πρόσωπον, ὥστε καταυγάσαι τὰ ἐν σκότῳ καθήμενα ἔθνη καὶ πρὸς σωτηρίαν ἑλκύσαι, ὥστε τοὺς ἐν τῇ γῇ καὶ τοὺς ἐν τοῖς ἔθνεσι γνῶναι τὴν ὁδὸν τῆς σωτηρίας. Ἐπιφάναντος γάρ σου τὸ πρόσ ωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα. Τίς δὲ αὕτη, ἢ ὁ εἰπών· "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρ χεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ;" δι' ἧς καὶ σεσώσμεθα διὰ τῆς πίστεως. Ἐγνώκαμεν τὴν ὁδὸν 69.1141 τὴν ἀποκομίζουσαν πρὸς τὸν Πατέρα, αὐτὸν δὴ πά λιν τὸν Υἱόν. Ὁδὸς τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ, κατὰ τὸ, "Ὁδὸν δικαιωμάτων σου συνέτισόν με·" ἃς αἰτεῖ, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἔνθα νόμος ἐδόθη κηρύττε σθαι, ἐν πᾶσι δὲ γνωσθῆναι τοῖς ἔθνεσιν. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. (A f. 333. Κυρίλλου καὶ Θεοδωρήτου.) Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει τὸ προφητικὸν Πνεῦμα, καὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης ἡδόμενον, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Φησὶ γοῦν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.