Psalm ΞΕʹ rem early
Rem early: Psalm ΞΕʹ; historia and theoria on the lemma toward Christ.
Greek
Χριστὸς Ὕψιστος παρὰ πάντων καλεῖται. Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ. (A f. 330 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πὸς δὲ νοῦν, Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ' αὐτῷ· εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. –Ἐκεῖ γὰρ ἡμῶν ἀπομάττεται τὸ δάκρυον, ἐκεῖ πάσης ἡμᾶς ἐξίστησι λύπης, φιλανθρώπως ἐπι φωνῶν τε καὶ λέγων· "Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ 139 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξ αλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι." Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. (E f. 121 b, F f. 96 b) Παραπικραίνοντας Ἰου δαίους καλεῖ. – Τουτέστι, μὴ μέγα φρονείτω καὶ νῦν ὁ ὑπέροπτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ' ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ, ἐγὼ πατέρα τὸν Ἀβραὰμ ἔχω. Μὴ μέγα φρονείτω, ἴστω δὲ μᾶλλον ὅτι διὰ τῆς ἀπει θείας παρεπίκραναν ἐφ' ἑαυτοῖς τὸν τιμήσαντα Θεόν. Ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ. (B f. 268, E f. 121 b, H f. 120 b) Ὅταν, φησὶν, ἀκούσητε παρ' ἡμῶν τίνα τρόπον προσήκει δοξολο γεῖν, τότε μεθ' ἡμῶν εὐλογήσατε, οὐκέτι ὡς πάλαι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν. Τουτέστι, διδάχθητε παρ' ἡμῶν, καὶ τότε δοξολογή σατε μεθ' ἡμῶν, στεφανοῦντες ἀεὶ ταῖς ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. (A f. 331 b, B f. 268, H f. 121 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τὰς θλίψεις τὰς γενο μένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις τὸ Πνεῦμα προαναφωνεῖ ἐκ προσώπου αὐτῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα δια καθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς· καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεων γίνεται, δοκιμαζομένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυμένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.