Expositio in Psalmos Psalm Ξ∆ʹ opening
Psalm Ξ∆ʹ.
Lemma-led open on ΨΑΛΜΟΣ Ξ∆ʹ. — Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,
Greek
ΨΑΛΜΟΣ Ξ∆ʹ. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀπο δοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. (A f. 325, E f. 117 b) Σιών φησιν οὐ τὴν ἐπίγειον 69.1128 τὴν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ κειμένην, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς, τὴν ἀληθῶς Καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν τῶν ἁγίων μη τέρα, τὸ τῶν ἀγγέλων πανάγιον ἐνδιαίτημα. Πρὸς ὁμοιότητα δὲ ταύτης καὶ ἡμεῖς τὴν ἐπίγειον πλη ροῦμεν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ταῖς καθ ηκούσαις δοξολογίαις στεφανοῦμεν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθεῖς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκ κλησίᾳ, τῷ Θεῷ ἀποδιδόμενος, πρέποι ἂν μόνῳ τῷ ὑμνουμένῳ Θεῷ, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσ ήκει. Εὐχὴν δὲ σύνηθες τῇ Γραφῇ καλεῖν τὴν ἐπαγ γελίαν ἣν ἐπαγγέλληταί τις τῷ Θεῷ. ∆ιὰ μέντοι τοῦ εἰπεῖν, "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει," εἴτουν πιστεύσει πᾶς ἄνθρωπος (συνεκδοχικῶς γὰρ τὰ τοιαῦτα λέγε ται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου), τὴν κλῆσιν πάντων τῶν ἐθνῶν εὐαγγελίζεται, ἀλλ' οὐχὶ μόνου τοῦ Ἰσραὴλ ὡς διὰ τοῦ νομικοῦ γράμματος. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς. (E f. 118.) Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι' ἧς καὶ ἐξησθένησαν τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου. (E f. 118 b.) Ἑτοιμάζων φησὶν ἀντὶ τοῦ κατα λεαίνειν καὶ εὐπρεπεῖς ἀποφαίνειν· δύνασθαι δέ τινας ἀποπηδᾷν καὶ ἐν ὄρεσι, τουτέστιν ἐν ταῖς ὑψηλοτά ταις γίνεσθαι ἀρεταῖς. Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης.– Ταραχθήσονται τὰ ἔθνη. (A f. 326 b, B f. 264, D f. 161 b, G f. 35 b et 36, H f. 110 b, L f. 151 b. Κυρίλλου καὶ Ἀθανασίου.) Θάλασσαν ὀνομάζει τὸν κόσμον, καὶ τὸ πλῆθος ἁπάν των ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Πρὸς δὲ διάνοιαν, συνταράσσει Χριστὸς οἷόν τι κῦτος καὶ πλάτος θα λάσσης, τὰ πλήθη τῶν ἐθνῶν· μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις, κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ὑπερ οχῆς, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων ἀνασαλεύσας ἁπάντων τὰς ἐπ' αὐτῷ δοξολογίας. Ποῦ γὰρ ἢ παρὰ τίνων οὐ δοξολογεῖται Χριστός; Καὶ μετ' ὀλίγα. Καὶ τίνα τρόπον ταραχθήσονται, πάλιν αὐτὸς διερμηνεύει λέγων· "Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέ ρατα ἀπὸ τῶν σημείων σου." Πεφόβηνται γὰρ τὰ ἔθνη τὸν Χριστόν· ἀκηκόασι γὰρ αὐτοῦ τὰ παράδοξα τὰ διὰ τῆς αὐτοῦ δυνάμεώς τε καὶ ἐξουσίας τετελε σμένα· ἐγνώκασιν ἐκ μνημάτων τοὺς νεκροὺς ἐγει ρομένους· ἑνὶ λόγῳ καὶ νεύματι τὸν παράλυτον ἐξ οὕτω μακρᾶς ἀπήλλαξεν ἀῤῥωστίας·
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.