Psalm ΜΗʹ rem early
Rem early: Psalm ΜΗʹ; historia and theoria on the lemma toward Christ.
Greek
φιλαρέτων ψυχαῖς. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; κ.τ.λ. Οἱ πε ποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, κ.τ.λ. ἈδεL f ὸς οὐ λυτροῦται, κ.τ.λ. (I f. 270. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Νοήσεις δὲ καὶ οὕτως. Ἐγὼ μὲν ὁ θεσπίζειν ἁγίῳ Πνεύματι τὰ θεῖα λόγια κατηξιωμένος, περίφοβός εἰμι, τὴν κρίσιν τοῦ Θεοῦ πεφρικώς· ὑμεῖς δὲ ἀκού σατε, οἱ ἄφοβοι, οἱ διὰ τὴν παροῦσαν τρυφὴν καθηδυ παθοῦντες τοῦ βίου, οἱ μὴ ἐπὶ Θεῷ, ἀλλ' ἐπὶ τῇ δυνά μει ἑαυτῶν πεποιθότες, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλού του ὑμῶν καυχώμενοι. Γινώσκετε ὅτι ταῦτα ὑμῖν οὐ παραστήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ. Οὔτε δὲ ἀδελφὸς ἀδελφὸν λυτρώσεται, οὔτε φίλος φίλον· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται· καὶ, "Ἑκάστου τὸ ἔργον ποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει." Τίς οὖν ἄλλος ἀνθρώπων λυτρώσεται τὸν τοιοῦτον; ∆ιὸ λέλεκται· "Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄν θρωπος; Ἀλλ' οὐδὲ δώσει τις τῷ Θεῷ ἐξίλασμα ὑπὲρ ἑαυτοῦ κατ' ἐκείνην τὴν ἡμέραν, οὐδ' ὥσπερ ἐξωνού μενος ἑαυτὸν, τιμὴν ἀντὶ τῆς ἑαυτοῦ ψυχῆς καταθή σεται· ὥστε μάταιος ὁ πλοῦτος τῷ κεκτημένῳ, καὶ ματαία ἡ θνητὴ δύναμις τῶν ἐπ' αὐτῇ πεποιθότων. Εἰ μὲν γὰρ κατὰ τὸν παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν χρήσαιτό τις πλούτῳ καλῶς, ἐπιστημόνως χρώμενος αὐτοῦ τῇ κτήσει κατὰ τὴν σωτήριον παραγγε λίαν, ἥ φησι· "Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκο νόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συν δούλοις;" ἐλπίδας ἕξει ἀγαθάς. Ἐντεῦθεν ἤδη σπεί ρας ἑαυτῷ εἰς δικαιοσύνην, τρύγησον δὲ τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, ᾗ φησιν ὁ σοφὸς, ἴδιος πλοῦτος. Εἰ δὲ μηδὲν τούτων πράξειε, ναυάγιον πε πονθὼς, σὺν αὐτῷ τῷ φόρτῳ τοῦ πλούτου, τὴν ἑαυτοῦ ψυχὴν ζημιωθήσεται, οὐκέτι χρῆσθαι δυνάμενος τῷ πλούτῳ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. ∆ιὸ ἐν τῇ προ λεχθείσῃ ἡμέρᾳ, οὔτε αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξίλασμα δώσει, οὐδὲ τιμὴν λυτρώσεως καὶ ἐλευθερίας τῆς ἑαυτοῦ ψυχῆς, οὔτε ὑπὸ ἀδελφοῦ καὶ συγγενέως ὠφε ληθήσεται. Οἱ δὲ μήτ' ἐπὶ πλούτῳ πεποιθότες, μήτ' ἐπὶ δυνάμει ἀλαζονευόμενοι, ἔγκοπον δὲ καὶ ἐπίπονον τὸν παρόντα κτησάμενοι βίον, τῆς ὑπὸ τοῦ λόγου ἐπηγγελμένης ζωῆς καταξιωθήσονται. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. –Οὐκ ὄψεται κα ταφθορὰν, ὅταν ἴδῃ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.