Exposition on the Psalms · §ps046-rem-close

Psalm ΜΗʹ rem close

Rem CLOSEOUT: Psalm ΜΗʹ CLOSEOUT.

Greek

ἀντὶ τοῦ Καταράσονται ἑαυ τοῖς, μετανοοῦντες ἐφ' οἷς τοιαῦτα διεπράξαντο. Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Θάνατος ποιμανεῖ αὐτοὺς, καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωΐ. (A f. 278, B f. 189 b, E f. 87 b, I f. 274, L f. 129 b.) Θάνατον τοίνυν ποιμαίνοντα αὐτοὺς, τὴν ἐν θανάτῳ συνήσεις κόλασιν. Πᾶσαν γὰρ ἀποβαλόντες τὴν ἐνοῦ σαν αὐτοῖς ἰσχύν τε καὶ δόξαν, κατακυριευθήσονται τρόπον τινὰ παρὰ τῶν ἁγίων ὅταν γένηται πρωῒ, τουτέστιν ὅταν αὐτοῖς ὁ τῆς Χριστοῦ δόξης ἐπιλάμψῃ καιρός. Καταβήσεται γὰρ ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, μετὰ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ, τοῖς μὲν ἁγίοις ἀποκαταστήσων τὰ ηὐτρεπισμένα τῶν γερῶν, τοὺς δὲ ἁμαρτωλοὺς κολάσεσι καὶ δίκαις ὑποτιθείς. Τότε καὶ ἡ τούτων βοήθεια παλαιωθήσε ται, τουτέστιν ἀφανισθήσεται· τὸ γὰρ παλαιούμενον, φησὶ, καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἀπὸ δέ γε τῆς ἑαυτῶν δόξης ἧς εἶχον ἐν τῷ κόσμῳ μετοιχήσονται πρὸς ἀτιμίαν. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χει ρὸς ᾅδου, ὅταν λαμβάνῃ με. (B f. 190, E f. 87 b, I f. 274 b.) Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ εἰς χεῖρας δραμοῦνται Θεοῦ· προὐξένησεν δὲ καὶ τοῦτο ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν καιρῷ τοῦ τιμίου σταυροῦ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν εἰπών· "Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου." Καὶ βάσιμον ταῖς ἀνθρώπων ψυχαῖς ἀπένειμεν τὸν παράδεισον, πρῶτος εἰσελάσας, καὶ πρὸς τὸν συγκρεμάμενον αὐτῷ λῃστὴν εἰπών· "Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." Ταύτῃτοι καὶ ὁ μακάριος Στέφανος λιθαζόμενος ἔλεγε· "Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά 69.1073 μου." Οὐκέτι γὰρ εἰς τὸν ᾄδην χωροῦσιν αἱ τῶν ἀγίων ψυχαὶ, ὥσπερ αἱ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅ φησι· "Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με." Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. (E f. 88.) Ὁ τοιοῦτος ἐστέρηται φωτὸς, μετὰ τῶν καθ' ὁμοιοτροπίαν πατέρων αὐτοῦ. Οἱ γὰρ τὰ τοῦ σκότους πράξαντες ἔργα, εἰς σκότος χωροῦσι τὸ ἐξώτερον, οἵτινες ἔσχον τὴν κτηνώδη ζωήν.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.