Psalm Μ∆ʹ rem close
Rem CLOSEOUT: Psalm Μ∆ʹ CLOSEOUT.
Greek
καὶ ἁγιασμοῦ καὶ οἰκειό τητος τῆς πνευματικῆς. Βάρεις γε μὴν ἐλεφαντίνας, τὰς Ἐκκλησίας ἐν τούτοις φασί. Βάρις μὲν γὰρ καλεῖται πύργος ἅπας· πεπυργῶσθαι δέ φαμεν τὰς 69.1041 Ἐκκλησίας τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· τεθε μελίωνται γὰρ ἐπὶ τὴν πέτραν· Ἐλεφαντίνας δὲ, ἀντὶ τοῦ λαμπρὰς καὶ τιμίας καὶ περικαλλεστάτας· ἔνεστι γὰρ καὶ τοῦτο αὐταῖς, καθάπερ ἀμέλει καὶ τοῖς ἐξ ἐλέφαντος κατεσκευασμένοις τῶν σκευῶν. Αὗται δὲ αἱ ἐξ ἐλέφαντος βάρεις, καὶ βασιλέων εἰσὶ θυγατέρες. Πῶς ἢ τίνα τρόπον; Υἱοὶ γὰρ ὅντες τῆς βασιλείας οἱ θεσπέσιοι μαθηταὶ, ὀνομάζοιντο ἂν καὶ βασιλεῖς εἰκότως. Γεγόνασι δὲ καὶ πατέρες τῶν Ἐκ κλησιῶν· ἐγέννησαν γὰρ αὐτὰς διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἱερῶν 108 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κηρυγμάτων. Τοῦτο γάρ φησι καὶ ὁ μακάριος Παῦλος· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Οὐκοῦν ἀπὸ τῶν ἱματίων σου, καὶ ἀπὸ τῶν βάρεων τῶν ἐλεφαντίνων, τουτέστι τῶν περικαλλεστάτων ἐκκλησιῶν, ἐκδίδο ται σμύρνα καὶ στακτὴ καὶ κασία, τουτέστι τρόπος ἅπας εὐωδίας πνευματικῆς. Τούτοις γάρ σε τοῖς ἀρώμασιν, ἤτοι ταῖς νοηταῖς εὐοσμίαις, αἱ τῶν βα σιλέων ηὔφραναν θυγατέρες ἐν τῇ τιμῇ σου, τουτ έστιν ἐν καιρῷ καθ' ὃν ἔδει τιμηθῆναί σε παρ' αὐτῶν. Ὅτε γὰρ κέκληνται, τότε καὶ τετιμήκασιν. Ἰστέον δὲ ὅτι, κατά γε τὸν Μωσέως νόμον, ἡ τοῦ ἁγίου ἐλαίου σύνθεσις, ὑφ' οὗ κατεχρίοντο καὶ ἡ σκηνὴ καὶ σκεύη τὰ ἱερὰ καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν, διὰ τῶν ὠνομασμένων ἀρωμάτων ἐδέχετο τὴν κατασκευήν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. (B f. 171, I f. 241) Τὰς κατὰ πᾶσαν τὴν οἰκουμέ νην Ἐκκλησίας, μίαν νῦν ὀνομάζει, διὰ τὸ ἑνὸς εἶναι ∆εσπότου καὶ μίαν εἶναι τὴν πίστιν ἐν αὐταῖς, ἔν τε ὁμοίως τὸ σωτήριον βάπτισμα. Οὐ γὰρ μερίζονται πρὸς διχόνοιαν· ὥστε καὶ ἀναριθμήτους οὔσας, μίαν εἶναί τε καὶ ὀνομάζεσθαι. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου. (B f. 171, I f. 241) Μυσταγωγοῦσι τὴν βασιλίδα καὶ σοφωτάτην ἀποτελεῖν σπουδάζουσιν οἱ νυμφαγω γοὶ, καὶ τὰ δι' ὧν ἔσται τῷ νυμφίῳ θυμηρεστάτη παραφωνοῦσιν αὐτῇ. Πρόεισί γε μὴν ἐν κόσμῳ τῷ δέοντι καὶ νῦν ὁ λόγος αὐτοῖς. ∆εῖ γὰρ πρῶτον ἡμᾶς ἀκοῦσαι, τουτέστιν εἰς οὖς δέξασθαι τὸ λαλούμενον, καὶ ἀνασχέσθαι μυσταγωγίας· εἶθ' οὕτως ἐν κατα νοήσει γενέσθαι τῶν εἰρημένων· κατακλίνεσθαι τὸ οὖς μετὰ τοῦτο, τουτέστιν προσκομίσαι λοιπὸν τὸ εἰς ἅπαν εὐήκοον. Θυγατέρα γε μὴν καλοῦσι τὴν Ἐκ κλησίαν, ἅτε δὴ δι' αὐτῶν προσκεκοσμημένην τῷ ἄνωθεν καὶ ἐξ οὐρανῶν νυμφίῳ, τουτέστι Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ Θεοῦ διάκονοι, καταλλάσσοντες αὐτῷ διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βα πτίσματος τὴν ὑπ' οὐρανόν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ. (I f. 241 b) Ἐν τούτοις εὖ μάλα καὶ ἐναργῶς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ τῶν ἁγίων προφητῶν αἰνίτ τεται λόγος. Οὐ γὰρ ἂν εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον 69.1044 τοῖς ἐξ Ἰσραὴλ τὸ, "Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·" τοῖς δ' ἐξ ἐθνῶν προσ ιοῦσιν ταῦτα ἂν λέγοιτο εἰκότως, ἐπειδήπερ ἦμέν ποτε ἀνόητοι καὶ τέκνα ὀργῆς, πατέρα τὸν διάβολον ἐπιγραφόμενοι, λαός τε ἡμῶν ἦν πᾶς τε ἄθεος καὶ εἰδωλολάτρης. Ἐπεὶ οὖν ἐκ τοιούτων μεταβέβληται ἡ ἐπὶ γῆς Ἐκκλησία, εἰκότως ὁ λόγος προσφωνεῖ φάσκων αὐτῇ· "Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου." Οὕτω ποτὲ καὶ τῷ Ἀβραὰμ ἐλέγετο· "Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγ γενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω." Τετήρηται δὲ καὶ εἰς δεῦρο παρ' ἡμῖν, τὸ χρῆναι τοὺς ἐπιστρέφοντας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἐπιλανθάνεσθαι τρό πον τινὰ τοῦ οἴκου τοῦ πρώτου πατρὸς καὶ τοῦ λαοῦ αὐτοῦ. Εἰσιόντας γοῦν ἐπὶ τὸ σωτήριον βάπτισμα, εἶτα στραφέντας πρὸς δυσμὰς, βοᾷν ἀναπείθομεν· "Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πᾶσι τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ἀγγέλοις σου, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. Ὁποῖον δ' ἕξει μισθὸν ἡ Χριστοῦ θυγάτηρ ταῦτα ποιοῦσα, ἑξῆς παρ ίστησι λέγων· "Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου." Ἐὰν γὰρ, φησὶν, καθαρθεῖσα λήθην ποιήσαιο τῶν προτέρων κακῶν, καὶ τὸ φυσικὸν κάλλος τῆς ψυχῆς τὸ κατ' εἰ κόνα Θεοῦ πεποιημένον ἀναλαβοῦσα, τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἕξεις ἐρώμενον· αὐτὸς γὰρ ὁ μέγας βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους σου· οὐκ ἀπαξιώσει cod. ἀξιώσει τε Κύριός σου χρηματίζειν, καίπερ ὢν ἁπάντων τῶν ἁγίων αὐτοῦ βασιλεύς. Ἀντὶ δὲ τοῦ "Προσκυνήσουσιν αὐτῷ," ὁ μὲν Ἀκύλας, Καὶ προσ εκύνησεν αὐτῷ, ἑρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ προσκύνει αὐτόν· ἀξίαν σεαυτὴν παραστήσασα τῆς αὐτοῦ προσκυνήσεως, προσκαλούμενος δὲ αὐτὴν ἐπὶ τὴν ἀκρόασιν. –Ἕτεροι δὲ κατὰ πρόγνωσιν οὕτω αὐτὴν καλεῖσθαί φασιν. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως 109 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἔσω θεν ἐν κροσσωτοῖς χρυσοῖς. (A f. 253) Κρυπτὸς, φησὶν, ὁ κόσμος τῆς Ἐκκλη σίας εἰς νοῦν καὶ διάνοιαν. Κροσσοὶ δὲ, εἴτουν σειραὶ, αἱ πολυειδεῖς ἀρεταὶ, μονονουχὶ καὶ ἀπηρτημέναι τῆς τῶν ἁγίων πληθύος. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. (A f. 254, L f. 122 b) Νοήσεις δὲ καὶ οὕτως. Πάλαι μὲν ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες· "Χείλη γὰρ, φησὶν, ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στό ματος αὐτῶν." Ἐπεὶ δὲ τῆς σκιᾶς συνεσταλμένης, καὶ τῆς ἐν πνεύματι λατρείας λαμψάσης, ἔδει τῷ κόσμῳ λαμπροτέρων κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο 69.1045 λοιπὸν οἱ θεσπέσιοι μαθηταί. ∆ιὸ πρὸς τὴν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλήμ φησιν· "Ἀντὶ τῶν πατέ- ρων σου ἐγεννήθησαν υἱοὶ," τουτέστι τὴν τῶν πατέ ρων τάξιν διέλαχον. Πρὸς δὲ τὸν Κύριον· "Καταστή σεις αὐτοὺς ἄρχοντας·" ὃ καὶ ἐξέβη· ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ λαλεῖται μυστήριον. Ἐπείπερ εἰσὶν αὐ τοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταὶ, τὸ μὲν κίβδηλον ἀποκρίνοντες, τὸ δ' ὠφέ λιμον συμβουλεύοντες. Οὐκοῦν οὕτως συντακτέον, οἱ υἱοὶ ἀντὶ πατέρων σου γεννήσονται. (I f. 243 b, B f. 173) Ἔκτισεν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἐκ τούτων τε κἀκείνων τὸ τῆς Ἐκκλησίας νοεῖται πλήρωμα. Φασὶ δὴ οὖν πρὸς αὐτὴν οἱ προφῆται· "Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·" ἐοίκασι δὲ διὰ τουτωνὶ τῶν ἁγίων ἀπο στόλων τε καὶ εὐαγγελιστῶν ποιεῖσθαι μνήμην. Ἦσαν μὲν γὰρ πατέρες τῆς Ἰουδαίων Συναγωγῆς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼb, καὶ οἱ μετ' ἐκείνους πατριάρχαι τε καὶ προφῆται· ἐπεὶ δὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, κεχειροτόνηνται παρ' αὐτοῦ τῆς Ἐκκλησίας Πατέρες, καὶ ἐν τάξει γεγόνασι τῶν πρώτων οἱ θεσπέσιοι μαθηταί. Ὅτι γὰρ ἐθνῶν τε καὶ Ἰουδαίων πατὴρ ἦν ὁ θεσπέσιος Ἀβραὰμ, πῶς ἔστιν ἀμφιβαλεῖν; Τοῦ μὲν γὰρ Ἰσραὴλ, κατὰ σάρκα γέ γονε πατήρ· τοῖς γε μὴν ἐξ ἐθνῶν, δι' ἐπαγγελίας· εἴρηται γὰρ πρὸς αὐτὸν, ὅτι "Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·" ἠκολούθησαν γὰρ τοῖς ἴχνεσιν αὐτοῦ δικαιωθέντες ἐκ πίστεως, καὶ ἐπειδὴ γεγόνασι πιστοὶ, ηὐλογήθησαν σὺν αὐτῷ. Ἐν τάξει δὴ οὖν πατέρων τέθεινται τῇ Ἐκκλησίᾳ οἱ πάνσοφοι μαθηταί. Ἔστι γοῦν [ἀληθὲς τὸ τοῦ Παύλου, "Ὥστε κἂν] μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πα τέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Ναὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης ὡς τέκνοις ἄνω τε καὶ κάτω τοῖς εἰς Χριστὸν πιστεύ σασι διαλέγεται. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (I f. 244 b) Εἰ γὰρ καὶ τῶν καθ' ἡμᾶς ἀπηλλάχθη σαν πραγμάτων, ἔτι διαμέμνηνται καὶ οὕτω Χρι στοῦ, Βίβλοις τε ἱεραῖς ἐναπέθεντο τὰς μυσταγωγίας, καὶ εἰς δεῦρο κηρύττουσι Θεὸν αὐτόν.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.