Psalm ΜΓʹ rem mid
Rem mid: Psalm ΜΓʹ; lemma continues; spiritual reading with the letter.
Greek
πα ράστασιν τῆς μεταβολῆς. Νυνὶ δὲ τἀναντία πάρεστιν θεωρεῖν· ἀβοηθήτους γὰρ ἐν τῷ πολέμῳ κατέλιπες· οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν. (B f. 161 b, I f. 225 b, K f. 86 b) Ὁ μὲν οὖν ἀλα λαγμὸς ἐπινίκιός ἐστι φωνὴ τῶν νενικηκότων. Ἐπειδ' ἂν δὲ καὶ ὀλίγους εἶναι συμβαίνῃ τοὺς τοῦτο δρᾷν εἰωθότας, τότε φαμὲν μηδὲ εἶναι πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ἡττήμεθα οὖν καὶ διηρπάσθη μεν παρ' ἐχθρῶν, καὶ τούτων εὐαριθμήτων· οὐ γὰρ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ὡς ἂν εἰ ἔλεγεν· Εἰς τοῦτο ἥκομεν κακῶν καὶ ἀσυγκρίτου ταλαιπωρίας, ὡς ἁλῶναι κατὰ κράτος, καὶ οὐ πολλῇ τῶν μαχομένων πληθύϊ. Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς γείτοσιν ἡμῶν. (A f. 23 b) Τί δέ ἐστι παραβολὴ νῦν; διήγημα, 69.1024 ὑπόδειγμα, καὶ ὀνειδισμός. Καὶ οἱ πόῤῥωθεν γὰρ τὰ ἡμέτερα διηγοῦνται. Αἰχμάλωτοι γὰρ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἑλόντων πλεονεξίαις ἐνει λημμένοι, κεχρηματίκασιν ἐπάρατοι, φασκόντων ἡμῖν, κατά γε τὸ εἰκὸς, οὕτω· Μὴ γενοίμην ὡς οἱ Ἰσραηλῖται. Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὀδοῦ σου. (A f. 240 b, B f. 162 b, I f. 226 b) Κατὰ τὸν ἄγιον Κύριλλον τὸ, "Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου," οὕτω νοήσεις· Ἀπειθήσας ὁ Ἰσραὴλ τοῖς διὰ Χριστοῦ κηρύγμασιν, προσαποβέβληκε καὶ τὸ εὐδοκιμεῖν δύνασθαι διὰ νομικῆς λατρείας· πέπαυται γὰρ ἡ τοῦ νόμου σκιὰ, καὶ μετεσκευάσθησαν οἱ τύ ποι πρὸς ἀλήθειαν. Τοῦτο διδάσκουσι λέγοντες, ὅτι "Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου." Ἔφη δέ που καὶ δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἱερουσαλήμ· "Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ." Οὐ γὰρ οἶδεν ὅλως ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς τῆς κατὰ Θεὸν εὐ δοκιμήσεως τρόπους. Ἀλλ' οὐδ' ἂν εἰ μάθοι τυχὸν, βάσιμον ἔχει τὸ χρῆμα· Χριστὸν γὰρ οὐκ οἶδεν τὸν 102 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐμφανίζοντα τὴν ὁδὸν, δι' ἧς ἄν τις εἰσελάσειε πρὸς ζωήν. Ταῦτα οὖν φασιν, ὅτι ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον λατρείαν ἐξώσθησαν. Ἤδη δὲ ἔφαμεν ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετείαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμε νοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά. Ἐπεὶ ἄλλως, πῶς
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.