Expositio in Psalmos Psalm ΜΓʹ opening
Psalm ΜΓʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΜΓʹ. — καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,
Greek
ΨΑΛΜΟΣ ΜΓʹ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν. (B f. 15, I f. 222) Τῆς αὐτῆς οὔσης προγραφῆς τῆς τοῦ τεσσαρακοστοῦ πρώτου ψαλμοῦ, καὶ τὸν ἴσον περιεχούσης τῇ πρώτῃ λόγον, ὁποῖός τις ἄρα ἐστὶν ὁ τῶν ψαλλόντων σκοπὸς, εἰπεῖν ἀναγκαῖον. Περιθή σομεν τοίνυν αὐτοῖς τὸ πρόσωπον τῶν ἀμέμπτως ἐν νόμῳ πολιτευσαμένων, καὶ κατωρθωκότων εὖ μάλα τῆς ἐπαινουμένης τὸ τηνικάδε πολιτείας τὰ αὐχή ματα· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος γράφων, ὅτι γέγονεν ἄμεμπτος κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ. Εἰσὶ δὲ οἷς ἄμεινον εἶναι φαίνεται τὰ ῥηθέντα κατὰ τὴν πρώτην ἔκδοσιν, φημὶ δὴ ὑπὸ Εὐσεβίου τοῦ Και σαρείας. Οὐκοῦν πρέποι ἂν φέρεσθαι τὸν ψαλμὸν ἢ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, ἤγουν παρὰ τῶν ἀδιαβλήτως τὴν ἐν νόμῳ λατρείαν κατωρθω κότων. Καὶ κατεφύτευσας αὐτούς. (B f. 15 b, I f. 223) Ὡς ἐπὶ ἀμπέλου δὲ τὸ κατ εφυτεύθησαν λέλεκται· ἄμπελος γὰρ εὐκληματοῦσα ὁ Ἰσραήλ. Καὶ ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐκά κωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτι σμὸς τοῦ προσώπου σου. (B f. 15 b, I f. 223) Προστιθέντες, φησὶν, ὅτι 69.1020 "καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου," τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας, κατὰ τὸ εἰκὸς, διαμέ μνηνται. Πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, καὶ τῆς ὑποστάσεως χαρακτήρ. Φωτισμός γε μὴν ὁ ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν καὶ καρδίαν τῶν κα λουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ ἁγίου Πνεύμα τος σύνεσις Θεῷ προσάγουσα τοὺς φωτιζομένους, Οὐκοῦν ἐνηργῆσθαί φασιν τήν τε λύτρωσιν Ἰσραὴλ, καὶ μὴν καὶ τὸ κατισχύσαι τῶν ἐθνῶν αὐτοὺς, ὡς ἐκ Θεοῦ Πατρὸς διὰ τῆς πανσθενοῦς αὐτοῦ χειρὸς, ἤτοι βραχίονος, τουτέστι τοῦ Υἱοῦ, καὶ ὡς ἔν γε φωτισμῷ τῷ διὰ τοῦ ἁγίου Πνεύματος. Τὸν αὐτὸν δὲ Σωτῆρα, Λόγον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντα, διαφόροις ἐπινοίαις χεῖρα τοῦ Θεοῦ καὶ δεξιὰν καὶ βραχίονα ὀνομάζουσιν αἱ θεῖαι Γραφαὶ, ὡς καὶ σοφίαν Θεοῦ καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν· ὡς ὀνό ματα εἶναι διάφορα καθ' ἑνὸς ὑποκειμένου. Ἡσαΐας γοῦν φησι· "Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;" ∆αβὶδ δὲ αὐτὸν ἐνταῦθα οὐ μόνον βραχίονα, ἀλλὰ καὶ δεξιὰν χεῖρα ὀνομάζει. Πρὸς δὲ διάνοιαν, τοῦ Ἰσραὴλ ἐκβε βλημένου μετὰ τὸ προδοῦναι τὸν Σωτῆρα, ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθημεν. Καὶ ὁ βραχίων ἡμῶν καὶ ἡ ἐργασία οὐκ ἔσωσεν ἡμᾶς, χάριτι δὲ τὴν σωτηρίαν ἐσχήκα μεν. Οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἐκ πίστεως τῆς εἰς Χριστὸν ἐδικαιώθημεν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώb. (B f. 160, I f. 224) Σύμμαχος· "Σὺ εἶ βασιλεύς μου, ὁ Θεός· ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώb." Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ κατορθοῦσι καὶ τοῖς προ φήταις ἁρμόσει, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυ νάμει. Νοήσεις δὲ καὶ οὔτως· ἐοίκασιν ὁμολογεῖν διὰ τοῦ, "Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου," ὅτι ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχεις. Οὐκοῦν ὁπότε, φησὶν, ἐπίκουρος τῶν ἐξ Ἰσραὴλ ὁ παναλκὴς καὶ ἀνίκητος, καὶ οὐκ ἔστιν ἡμᾶς ὑποπτεῦσαι τὴν αὐτοῦ ἐξατονῆσαι δύναμιν, λείπεται λοιπὸν οὐδὲν ἕτερον ἐννοεῖν, πλὴν ὅτι προσκεκρούκαμεν· ταύτῃτοι καὶ παρεωράμεθα καὶ πεπτώκαμεν, καὶ μόνην ἔχο μεν ἐλπίδα τὴν παρὰ τῆς σῆς γαληνότητος καὶ φιλ ανθρωπίας ἐπίδοσιν. Σὺ γὰρ εἶ ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼb, ἀντὶ τοῦ, ὑπισχνούμενος· ἐπήγ γελτο δὲ Θεὸς τοῖς περὶ τὸν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.