Exposition on the Psalms · §ps038-rem-close

Psalm Μʹ rem close

Rem CLOSEOUT: Psalm Μʹ CLOSEOUT.

Greek

κριτὴς καὶ ἔστι καὶ νοεῖται Θεὸς, "Ἀνταποδώσω, φησὶν, αὐτοῖς." Ὡς γὰρ αὐτός που πάλιν φησὶν, "Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκεν τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα." Ὅτι δὲ τοῦ Πατρὸς ἀναστῆσαι λεγο μένου τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν, δι' αὐ 69.1000 τοῦ καὶ τοῦτο κατώρθωται, πῶς ἂν ἐνδοιάσειέ τις; Αὐτὸς γάρ ἐστιν, ὡς ἔφην, ἀνάστασις καὶ ἡ ζωή· Τοιγάρτοι καὶ ἔφη πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου σώματος· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὅτι δὲ δίκας ἐκτετίκασιν Ἰουδαῖοι τῆς εἰς αὐτὸν γενομένης δυσσεβείας, οὐ μακρῶν ἂν γένοιτο χρεία λόγων, αὐτῶν τοῦτο κεκραγότων τῶν συμβεβηκότων αὐτοῖς. Ἀνταπέδωκε γὰρ, Ῥωμαίοις αὐτοὺς παραδούς. Εἶτα πάλιν ἀνθρωπίνως φησίν· Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με. (A f. 225, B f. 151, I f. 208 b) Λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ ὡς διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵν' ἡμᾶς ἐν ἑαυτῷ παραθῆται τῷ Θεῷ καὶ Πατρὶ ἐν ἀποστροφῇ, διὰ τὴν παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ γὰρ ἐσχήκαμεν τὴν πρὸς αὐτὸν οἰκειότητα, καὶ τὸ ἀγαπᾶσθαι λοιπόν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, θύρα τε καὶ ὁδὸς πρὸς οἰκειότητα τὴν πνευματικήν. Ὅταν οὖν, φησὶν, ὧ Πάτερ, ἐλεήσας με ἀναστήσῃς, εἴσομαι δὴ τότε ὅτι τεθέληκάς με, ἀντὶ τοῦ, ἠγάπησας. Ἐν ἀγάπῃ γὰρ ὄντως πᾶν εἴ τί ἐστι θελητόν. Καὶ τότε οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. Ἐχθρὸν δὲ νοήσεις πάσης τῆς ἀνθρωπότητος τὸν διάβολον, τὸν εἰσαγα γόντα διὰ τῆς ἁμαρτίας τὸν θάνατον. Οὗτος τοίνυν καταλήξει τοῦ χαίρειν, ὅταν ἴδῃ μεταστοιχειουμένην εἰς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν, καὶ ἀναμορφου μένην εἰς εἶδος τὸ ἐν ἀρχαῖς, ἐκποδὼν γεγενημένης τῆς ἁμαρτίας, καὶ σὺν αὐτῇ τῆς φθορᾶς. Ἰδικῶς δὲ καὶ καταμόνας ἐχθροὺς τοῦ Χριστοῦ νοητέον ἀρχιερεῖς, καὶ Γραμματεῖς, καὶ Φαρισαίους, τοὺς καταμισθωσα μένους τὸν Ἰούδαν, καὶ πρὸς Πιλάτον ἀπα[γαγόντας τὸν Ἰησοῦν.] Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, κ.τ.λ. (A f. 225 b) Κατακλείει καὶ νῦν εἰς εὐχαριστίαν τὸν ψαλμὸν, ὡς ὑπὲρ πάντων τε καὶ παρὰ πάντων ἀναφερομένην τῷ Θεῷ καὶ Πατρί. Καὶ ἄξιος εἶ, φησὶ, τοῦ εὐλογεῖσθαι 94 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αἰωνίως, ἀπὸ μὲν τοῦ παρόν τος παρ' ἡμῶν ἀρχομένης τῆς εὐλογίας, τελειουμένης δὲ ἐν τῷ μέλλοντι ὄταν τὸ ἐκ μέρους καταργηθή σεται.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.