Exposition on the Psalms · §ps036-rem-mid

Psalm ΛΗʹ rem mid

Rem mid: Psalm ΛΗʹ; lemma continues; spiritual reading with the letter.

Greek

μήκει σύνδρομον ἔχοιμι τὴν πλη γήν. Ἀντὶ δὲ τοῦ ὑπόστασις, ὁ μὲν Ἀκύλας κα- τάδυσις εἶπεν· ὁ δὲ Σύμμαχος βίωσις. Ὁ γὰρ ἀν θρώπινος βίος οὐδέν ἐστιν, ὡς πρὸς τὴν θείαν ἀϊδιό τητα· κατὰ τὸ, "Σὺ δὲ αὐτὸς εἶ· ἀλλὰ καὶ πᾶσα ἡ παρ' ἀνθρώποις σπουδὴ, ματαιότης ματαιοτήτων." Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. (L f. 107) Ἀνθ' οὗ ὁ Σύμμαχος· "Ὡς σπιθαμὴν ἔδωκας τὰς ἡμέρας μου." Ἢ καὶ παλαιστὰς τὸ πλήρης εἶναι τοῦ ἐκ τῶν πειρατηρίων ἀγῶνος. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, κ.τ.λ. (A f. 216 b, Κυρίλλου καὶ Ἀθανασίου) Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον, ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος (ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν), 86 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἰκότως ὁ Ψάλλων τὴν εἰκόνα ματαιότητα προσεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδήν. ∆ιὸ μάτην ταρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι καὶ συνάγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν τοὺς διαδόχους. (B f. 141 b, I f. 15, L f. 107 Κυρίλλου καὶ Θεο δωρήτου) Τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες οὐδὲν διαφέρουσιν ἄνθρωποι, ἀπανθοῦντες ὡς χρώ ματα· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤ ῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ' ὅμως οὐδὲν ἧττον διαταράττονται, φιλονεικοῦντες, διαμαχόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι. Καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασιν κληρονόμον. Τοῦτο δὲ ὁ μακάριος ∆αβὶδ καὶ ἐκ τῶν καθ' ἑαυτὸν κινούμενος γέγραφεν. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δασμῷ, μεγίστην καὶ περι φανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παράνομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλείων γενόμενον, καὶ τὸν ἀποκείμενον σφετερισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκεν φωνήν· "Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά." Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. (A f. 217, I f. 195 b) Εἰκότως ἐπὶ τὸν Χριστὸν τὴν ἐλπίδα ἔχειν φησὶν, ἅτε καταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Τίς γάρ μοι, φησὶ, δέδωκε τὸ δύνα σθαι καρτερεῖν, καὶ νεανικῶς διακεῖσθαι ἐν καιρῷ πληγῆς, καθυφεῖναι δὲ κατ' οὐδένα τρόπον εἰς τὸ δεῖν δρᾶσαί τι τυχὸν ἢ καὶ εἰπεῖν ἑλέσθαι τῶν ἐξ ἀνθρωπί 69.779 κης μικροψυχίας; οὐχὶ Κύριος; Τίς δέ μου ἡ ὑπό στασις; τουτέστι τίς ὁ ἐνισχύσας ὑφίστασθαί με καὶ φέρειν τὰ ἐξ ὀργῆς

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.