Psalm ΛΕʹ rem mid
Rem mid: Psalm ΛΕʹ; lemma continues; spiritual reading with the letter.
Greek
οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες· τὸ δὲ μιαρὸν τοῦτο πάθος ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦν τας εἶναι φρονίμους· καὶ ταράσσει, οὐ τινὰ μὲν, τινὰ δὲ οὒ, ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους, παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι, ὅτι οἱ πονη ρευόμενοι ἐξολοθρευθήσονται. (A f. 193 b) Λεγέσθω καὶ παρὰ ∆αβὶδ τὰ τοῦ Παύ λου, ὅτι "Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνη ρὸν, ὑμῖν δὲ ἀσφαλές." Οὐ γὰρ ἔχει κόρον παρά 70 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γε τοῖς φιλομαθέσι, τὸ πλειστάκις εἰς νοῦν τοὺς περὶ τῶν αὐτῶν ὀνησιφόρους εἰσοικίζεσθαι λόγους. Τοῦτό τοι καὶ νῦν ὁ Ψάλλων ἐργάζεται, ἄνω τε καὶ κάτω ἀνακυκλῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἀξιάκουστον ἄκου σμα· τὸ Μὴ παραζήλου, φημὶ, ὥστε πονηρεύεσθαι, ἵνα μὴ ὁλόῤῥιζος ἐκ γῆς ἀπολῇ· καὶ γὰρ οἱ πονηρευ όμενοι ἐξολοθρευθήσονται ἐν τῷ αἰῶνι, δηλαδὴ τῷ μέλλοντι. Ἐξολοθρευθῆναι δέ ἐστι, τὸ ἐκπεσεῖν Θεοῦ. 69.929 Ἴδιον μέν τοι κακόν ἐστιν ἡ πονηρία παρὰ τὰς λοι πὰς ἁμαρτίας· ἔνθεν θαυμασίως ὁ λόγος, ἄλλον μὲν εἶπε τὸν ἁμαρτωλὸν, ἄλλον δὲ τὸν πονηρόν· "Σύν τριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ." Ὡρίσαντο δέ τινες τὴν πονηρίαν οὐκ ἀγεννῶς εἶναι ἑκούσιον κακοποιΐαν· ἄλλο γάρ ἐστι κατὰ ἄγνοιαν κακοποιεῖν καὶ οἱονεὶ νικώμενον, καὶ ἄλλο αὐτὸ τοῦτο θέλειν κακῶς ποιῆσαι· ὅπερ ἐστὶ καὶ πονηρία, δι' ἢν καὶ ὁ διάβολος πονηρὸς λέγεται. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονο μήσουσι τὴν γῆν. (A f. 193 b, B f. 126 b) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν μὲν πονηρῶν ἀφίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν ἐννόμως, διὰ τοῦτο δείξας ὁ Ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει ὅτι οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομο νῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομή σουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς τῆς ὑπὸ κατάραν γενομένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτὴν, ἀλλὰ γῆν ἐκείνην τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω. Ἐκεῖ γὰρ τοῖς τῶν ἀγγέλων συνέσονται χοροῖς, δοξολογοῦντες ἀκαταλήκτως τὸν κληροδοτήσαντα Θεὸν, καὶ τῶν ὑπὲρ λόγον αὐτοῖς χαρισμάτων χορηγὸν γε γονότα. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ, σοφία, λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· "Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύ ριος;" Ἀφ' οὗ ἀρύεσθαι ἔστι καὶ λαμβάνειν πάντα ἃ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ καὶ εἰρη νεύομεν, οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν· ἡσύ χαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. (A f. 194) Ἔτι βραχὺ, καὶ οὐκ ἂν ἴδῃς ὑπάρχοντα τὸν ἁμαρτωλόν· καταληφθήσεται γὰρ τῷ τῆς ζωῆς τέλει, καὶ ὁμοῦ τῇ σαρκὶ συναπεμπολήσει ταῦτα, ὅσα περ ἐδόκει κεκτῆσθαι χρηστά. Βραχὺς γὰρ λίαν ὁ ἀνθρώπου βίος, καὶ ὁ τῆς ἐν σώματι ζωῆς συνέσταλ ται χρόνος. Οὐκοῦν οὔτε αὐτὸς ὁ τῷ τῆς ζωῆς τέλει κατειλημμένος τὸν ἑαυτοῦ τόπον ὄψεται· μεταχωρήσει γὰρ πάντως εἰς ᾅδου, οὔτε μὴν οἱ ζῶντες ἔτι τὸν αὐτοῦ ἐπιγνώσονται τόπον. (B f. 127 b) Οἱ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, καὶ βρόχοις ἐνειλημμένοι τῆς ἐπαράτου φιλο σαρκίας, ἀεί πως ἐπιμεμήνασιν τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. (A f. 194) Οἰκονομικώτατα δὲ λίαν ὁ ∆αβὶδ ἀντι παρεξάγει ταῖς τῶν παρανόμων κολάσεσι, τὰ τῶν ἀγίων γέρα. Ἀκονᾷ γὰρ διὰ τούτων αὐτοὺς εἰς ἔφε 69.32 σιν εὐανδρίας πνευματικῆς, δι' ἧς ἂν γένοιτο κατορ θοῦν πάντα τρόπον ἀρετῆς. Ταύτῃ τοι φησίν· "Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν," τὴν ἄνω δηλαδή. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. (A f. 194 b) Ποῖον ἂν νοοῖτο τῆς εἰρήνης τὸ πλῆ θος τῆς τοῖς πραέσιν ἐπηγγελμένης, ἄξιον ἰδεῖν· Φαμὲν οὖν ὅτι ζῶντες μὲν ἔτι μετὰ σωμάτων ἐν τῷδε τῷ κόσμῳ οἱ ἅγιοι πλείστην ὅσην πολέμων ὑπομέ νουσιν ἔφοδον, τοῦτο μὲν τῆς σαρκὸς πανέμφυτον τῆς ἁμαρτίας ἀῤῥωστούσης νόμον, καὶ κατεξανιστα μένης ἀεὶ τοῦ πνεύματος· ταῦτα γὰρ ἀντίκειται ἀλ λήλοις· "Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου·" τοῦτο δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, κατασω ρευόντων αὐτοῖς πολέμους ἀεὶ καὶ μάχας, τοῦτο δὲ καὶ τῶν 71 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνοσίων αἱρετικῶν ἀνθεστηκότων αὐτοῖς. Οὐκοῦν ἕως εἰσὶν ἐν τῷδε τῷ βίῳ οἱ ἅγιοι, πολλοὶ λίαν οἱ μαχόμενοι· γεγονόσι γε μὴν εἰς τὴν τοῖς πραέ σιν ηὐτρεπισμένην γῆν, ὑπάρξει πλῆθος εἰρήνης. Νοήσεις δὲ πλῆθος εἰρήνης, ἀπάθειαν ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ, κ.τ.λ. (A f. 194 b, B f. 127 b) Τοῦτο διδάσκει λέγων ὁ Ψάλλων ἐν τούτοις, ὅτι παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, τουτέστιν φιλέχθρως διακείμενος ὁ φαῦ λος καιροφυλακήσει πολλάκις τάχα πως τὸν δίκαιον λοχήσας ἑλεῖν δυνηθῇ· ἐπιτρίζει γὰρ αὐτῷ τοὺς ὀδόν τας ἀεί. Πλὴν ὁ Κύριος γέλωτος ἄξιον ἀποφαίνει· προβλέπει γὰρ ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ ἡ τελευταία πάντως, καθ' ἢν ἐκποδὼν ἔσται πεσὼν εἰς θάνατον. (A f. 194 b) Ἢ τάχα που φορτικὸν αὐτοῖς καὶ δύσοιστον εἶναι δοκεῖ τὸ διὰ τῆς ἐκείνων ἐπιεικείας κατακρίνεσθαι δοκεῖν, ὅτι μὴ τῶν ἀρίστων καὶ αὐτοὶ γεγόνασιν ἐρασταί. Τὸ δὲ Βρύξει τοὺς ὀδόντας, οὐ πάντως ἐπὶ τοῦ σώματος ἀκουστέον, ἀλλὰ σιωπὴν μὲν ἀπὸ φωνῆς, κραυγὴν δὲ ἐν τῇ καρδίᾳ λογιζομένην κατὰ τοῦ δικαίου πονηρά. Πλὴν ὁ μὲν ἁμαρτωλὸς μέμηνε κατὰ τῶν δικαίων· ὁ δὲ Κύριος διαγελᾷ τὰς κατ' αὐτῶν ἐπιβουλὰς τῶν ἁμαρτωλῶν, εἰδὼς ὡς ἔστησεν ἡμέραν, καθ' ἣν τοῖς μὲν ἀποδώσει τὴν αἰώ νιον ζωὴν, τοῖς δὲ τὴν αἰώνιον κόλασιν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον. Αὐτὸς γάρ ἐστιν ὁ ἁμαρτωλὸς, ὁ βρύχων τοὺς ὀδόντας κατὰ τῶν ἁγίων, ὃς εἰς γέλωτα τέτακται· παίζεται γὰρ παρὰ τῶν δικαίων ἡττώμενος· ἥξει δὴ ἡ ἡμέρα καθ' ἣν εἰς τὸ ἡτοιμασμένον αὐτῷ πῦρ πεμφθήσεται. Τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. (B f. 127 b) Σκοπὸς τῷ ἁμαρτωλῷ οὐχ ἵνα τινὰ τῶν ἀδικησάντων αὐτὸν ἀμύνηται, ἢ κατά τι ὅλως προσκεκρουκότων αὐτῷ, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους, ἀλλ' ἵνα καταβάλῃ πτωχὸν καὶ πένητα, καὶ ἀποσφάξει τοὺς εὐθεῖς τῇ καρδίᾳ. Πτω χὸν δὲ καὶ πένητά φησιν, τὸν ἐπιεικῆ καὶ μετριόφρονα καὶ φιλοκομπίας ἀμείνω, καὶ ταπεινὸν τῇ καρδίᾳ. Τὸν τοιοῦτον δὲ καὶ αὐτὸς ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ 69.933 πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησιν· μάλιστα γὰρ κατὰ τῶν πενήτων οἱ συκοφάν ται στρατεύονται. Ἔτι δὲ καὶ κατὰ τῶν δικαίων τῶν εὐθῆ τὴν γλῶσσαν ἐχόντων οἱ παράνομοι, βασκαίνον τες αὐτῶν τῇ δικαιοσύνῃ, καταδιαβολὰς καθάπερ ῥομφαίας ὁπλίζειν εἰώθασιν. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν. (A f. 195 b) Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν. Καὶ τοῖς ἁγίοις δὲ ἐπιμεμήνασι μὲν οἱ φιλαμαρτήμονες, καὶ τὸ τῆς βασκανίας τόξον ἐντείνουσι κατ' αὐτῶν, καὶ τὴν τῆς ἑαυτῶν σκαιότητος ἀπογυμνοῦσι ῥομ φαίαν, οὐδένα τρόπον ἐπιβουλῆς ἐῶντες ἀνεπιτήδευ τον· ἀλλ' οἷον διὰ πάσης ἐρχόμενοι δυσσεβείας, τὰς ὁσίας πολιορκοῦσι ψυχάς. Τίνα δὲ τρόπον αὐτοὺς ἀντ αμύνεσθαι χρὴ, καὶ ὅπως ὑπαντιάζειν, ἐντεῦθεν μα θησόμεθα. Τὰ ὅπλα ἡμῶν οὐ σαρκικά· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἀλλ' οὐδὲ τὴν τῶν ἁμαρτωλῶν ἀνοσιότητα μιμησόμεθα· οὐ γὰρ ὡς ἐκεῖνοι ἐντενοῦμεν τόξα καὶ ἡμεῖς, ἢ ξίφος ἀπογυμνώσομεν· ἐσόμεθα δὲ μαχομένων ἀμείνους καὶ τὴν βελτίω ψῆφον ἀποισόμεθα, Θεῷ προσφεύ γοντες, καὶ χεῖρας ὁσίας ἀνατείνοντες, χεῖρά τε τὴν ἀεὶ σώζουσαν ὑποτρέχοντες, καὶ τὸν παναλκῆ καὶ ἄτρεπτον καλοῦντες εἰς ἐπικουρίαν, λέγοντες περὶ εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν." Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρ τωλῶν πολύν. (A f. 196, B f. 128) Εὐτεχνέστατα καὶ νῦν ἐξυφαί νει τὴν ὑφήγησιν. Ἀντιπαρεξάγει γὰρ ὥσπερ καὶ ἐκ παραλλήλου τίθησι τά τε τῶν ἁμαρτωλῶν ἡττήματα καὶ τῶν δικαίων τὰ πλεονεκτήματα, πανταχοῦ τὴν ἀρετὴν ἀποφαίνων ἔγκαρπον, ἀνόνητον δὲ τὸν εἰκαῖον τοῦ βίου περισπασμὸν καὶ τὴν ἐπάρατον ζωήν. Πλου τεῖ μὲν γὰρ, φησὶν, ὁ ἁμαρτωλὸς ἔσθ' ὅτε, καὶ ταῖς ἐντεῦθεν ἐμπλατύνεται τρυφαῖς, καὶ μεγαλοφρονεῖ δόξαν ἔχων εὐμάραντον, καὶ σάρκα πιαίνων, πλέον ἔχων οὐδὲν τοῦ τοῖς γηΐνοις ἐφήδεσθαι. Ὁ δέ γε πτω χὸς τῇ καρδίᾳ καὶ δικαιοσύνης ἐραστὴς, ἁπάντων τῶν τοιούτων ἀποφοιτᾷ, καὶ τὴν ἐπιεικῆ 72 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ σώφρονα πτωχείαν ἀγαπᾷ. Ἀλλὰ κρεῖττον τοῦτο αὐτῷ ὑπὲρ πλοῦτον ἁμαρτωλοῦ πολύν. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑπο στηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. (A f. 196, B f. 128) Ὅτι ἄμισθον μὲν τοῖς φιλ αμαρτήμοσι τὸ πλουτεῖν καὶ ὀλέθριον [cod. b. Ὅτι δὲ ἀνόνητον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν, ἢ καὶ ἄμεινον καὶ ἀληθὲς εἰπεῖν, τῆς ἐσχάτης πρόξε νον δίκης], τό γε μὴν τῶν δικαίων ὀλιγαρκὲς ἔγκαρ πον καὶ ἀρέσκον Θεῷ, ἐντεῦθεν δείκνυται. Καρπὸς μὲν γὰρ, φησὶ, τοῦ τῶν ἀνόμων πλούτου, συντριβὴ καὶ ἰσχύος ἁπάσης ἀπόθεσις· δηλοῖ γὰρ, οἶμαι, τοῦτο τῶν βραχιόνων ἡ συντριβὴ, τῆς γε μὴν αὐταρκείας τὸ ὑποστηρίζεσθαι παρὰ Θεοῦ· ἀνέχει γὰρ τοὺς δι καίους, καὶ ἀκράδαντον αὐτοῖς νέμει τὴν εὐθυμίαν, καὶ ἀκατάσειστον ἔχουσι τὸ εὐημερεῖν, παραλύοντος 69.936 οὐδενὸς ἢ κομίσαι δυναμένου πρὸς τὸ ἐναντίον. "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν, τίς ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. (A. f.196 b, B f. 128, K f. 76) Κατὰ τὰς Γραφὰς ὁ Κύριος μόνα τὰ καλὰ γινώσκει, ἀγνοεῖ δὲ τὰ κακὰ, ὡς ἀνάξια ὄντα τῆς γνώσεως αὐτοῦ. ∆ιὸ ἔγνω Κύ ριος τοὺς ὄντας αὐτοῦ, καὶ τὰς ὁδοὺς τῶν ἀμώμων ἀστείας οὔσας· τὸ δὲ γινώσκει, ἐνταῦθα εἴρηται ἀντὶ τοῦ Ἀποδέχεται καὶ τιμᾷ, εἴτουν ἀγαπᾷ, καὶ ἐφορᾷν ἀξιοῖ. Ἐπεὶ πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι καὶ τὰς τῶν φιλαμαρτημόνων εἶδεν ὁδοὺς, λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν; Οὐκοῦν ἡ γνῶσις ἐν τούτοις τὴν ἀνάκρασιν καὶ οἰκειότητα σημαίνει. Εἰώθαμεν δὲ καὶ ἡμεῖς τοῖς προσκρούουσι λέγειν τὸ, Οὐκ οἶδά σε, πολλάκις, οὐχ ὡς ἀγνοοῦντες πάντως, ἀλλ' ὡς τῆς πρὸς ἡμᾶς ἀγάπης καὶ σχέσεως ἀλλοτριοῦν ἐθέλοντες. Οἶδε τοίνυν τὰς τῶν ἁγίων ὁδοὺς καὶ πρά ξεις, τουτέστιν ἐφορᾷ αὐτὰς ἀσμένως· εἰσὶ γὰρ ἀγα θαὶ καὶ παντὸς ἐπαίνου μεσταί. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. (A f. 196 b, B f. 128 b) Πονηρὸν ἐν τούτοις ὀνο μάζει καιρὸν τῶν διωγμῶν καὶ τῶν περιστάσεων ἤτοι τῶν πειρασμῶν. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισὶν, ποτὲ μέν· "Ὅτι ὁ καιρὸς πονηρός ἐστιν·" ποτὲ δὲ πάλιν· "Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν." Ὅταν τοίνυν καιρῷ πονηρῷ περιπταίωσιν, φησὶν, οὐ καταισχυν θήσονται πεσόντες εἰς τὸ πλημμελὲς, καὶ τῆς πρε πούσης αὐτοῖς εὐκοσμίας ἐξολισθήσαντες· χαριεῖται γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἁπάντων τῶν ἀρί στων μητέρα καὶ τροφὸν καρτερίαν καὶ ὑπομονήν. Ἢ τάχα Κληρονομήσουσι τὰς ἐπαγγελίας οἱ δίκαιοι. καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως οὐ καταισχυνθήσονται, ὅταν οἱ μὲν εἰς ζωὴν ἀνίστανται, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. (A f. 197, B f 128 b) Συνίεμεν δὲ καὶ τοῦτο κατὰ τοιόνδε τινὰ τρόπον. Ἔοικεν γάρ πως ὁ λόγος δι' αἰνίγματος ὑποδηλοῦν, ὅτι ἐν καιρῷ θλίψεως αὐτοὶ τὸ τῆς ἄνωθεν εὐημερίας ἕξουσι πλάτος· τὸ μὲν γὰρ Ἐν ἡμέραις λιμοῦ χορτάζεσθαι, κατασημαίνει τι τοιοῦτον. Πλὴν εἰ βούλοιτό τις καὶ ἑτέρως τὴν τοῦ στίχου διάνοιαν ἐκλαβεῖν, ἐκεῖνο συνήσῃς· εὑρήσομεν γὰρ τὸν τῶν ὅλων Θεὸν πλεισταχοῦ μὲν τοῖς τῆς ἀνο μίας ἐρασταῖς ἀποστρέφειν ἐπιφέροντα καὶ μαθημά των λιμὸν ἱερῶν. Εἴρηται γοῦν παρ' αὐτοῦ, πεπα ρῳνηκότων οὐ φορητῶς τῶν ἐξ αἵματος Ἰσραήλ· "Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ σαι λόγον Κυρίου." Ἀλλ' ἐπενήνεκται μὲν τοῖς προσκεκρουκόσιν ὁ τῶν ἱερῶν μαθημάτων λιμὸς, οὐ μὴν ἕτι καὶ τοῖς τῶν θείων ἐνταλμάτων ἐπιμε ληταῖς· ἀλλὰ κατὰ τὸν καιρὸν τῶν διωγμῶν ἐκ λειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πεπιστευ κότας. 69.937 Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψω θῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. (A f. 197, B f. 128 b) Ἀντιπαρατίθησι πάλιν ταῖς τῶν δικαίων τιμαῖς τὰ τοῖς φιλαμαρτήμοσι συμβησό μενα κατὰ καιροὺς ἐκ θείας ὀργῆς· εἶεν δ' ἂν οἶμαι ταυτὶ τὰ εἰς ἐσχάτην αὐτοὺς κατακομίζοντα συμφο ράν. Εἰ γὰρ καὶ δόξειαν ἔσθ' ὅτε πράττειν δεξιῶς κατά γε τὸν ἐνεστηκότα καιρὸν, τρυφῶντες δηλονότι καὶ ταῖς παρὰ πάντων εὐφημίαις 73 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. στεφανούμενοι, καὶ δυναστείαις ἀξιωμάτων ἐπαυχοῦντες κοσμικῶν, ἀλλ' οὖν ἀπολοῦνται· καταστρέφει γὰρ αὐτοῖς τοῦ βίου τὸ πέρας εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἐχθροὺς δὲ εἶναί φαμεν τοῦ Κυρίου, καὶ τοὺς γεγονότας μὲν ὑπ' αὐτῷ διὰ τῆς πίστεως, ἀντενηνεγμένους δὲ ὥσπερ διὰ πολλῆς ἀπειθείας, καὶ τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀκαταλήκτως μεμαχημένους. Εἶεν δ' ἂν ἐχθροὶ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ, καὶ οἱ προσκυνοῦντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἤγουν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ ἔτι οἱ τῶν αἱρέσεων εὑρεταὶ, ἅτε δὴ τὸ ψεῦδος ἀντανιστᾷν εἰωθότες τῇ τῶν ἀληθῶν δογμάτων ὀρθότητι. Οὗτοι βραχὺ ἀνθή σαντες, καὶ χόρτοις ἐν ἴσῳ μεμαρασμένοι, πεσοῦνται πρὸς θάνατον, καὶ τὰς τῶν ἡμαρτημένων ἐκτίσουσι δίκας, ὡς ἐχθροὶ τοῦ Κυρίου κολαζόμενοι, καὶ κα πνοῦ δίκην ἐκλείποντες. Λείψανον δὲ πυρός ἐστιν ὁ καπνὸς, καταμαρανθέντος ἤδη καὶ ἀπεσβηκότος, καὶ οἱονεὶ καταλήξαντος εἰς τὸ εἶναι τέφρα καὶ σποδός. Καπνῷ οὖν συγκρίνονται, ἐπειδὴ καθάπερ τοῦ πυρὸς σβεσθέντος ὁ καπνὸς ἀφανίζεται, οὕτω καὶ τῶν ἁμαρτωλῶν ἀποθανόντων, ἡ περὶ αὐτοὺς πᾶσα δόξα ἀπόλλυται. ∆ανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. (A f. 197 b. B f. 129) Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐηργέτηται παρὰ Θεοῦ· ἀλλ' οὐδ' ἂν εἰ εὖ πάθοι παρά τινων, βελτίων ἔσται· οὔτε μὴν ἐκ τῶν εἰς αὐτὸν γεγονότων, τὴν τοῦ κατοικτείρειν διδάσκεται τρίβον· οὐδ' ἀνέχεται διὰ τῶν ἴσων ἀμείψασθαι τοὺς αὐτὸν ὠφελήσαντας· ἀλλ' οἷά τις κλέπτης εὕρημα [al cod. εὕρεμα] ποιεῖται τὸ δοθὲν, καὶ εἰς μόνον ὁρῶν τὸ κερδῆσαι, αὔχημα ποιεῖται τὸ κατατῆξαι ταῖς λύπαις τὸν δεδανεικότα. Ὁ δέ γε δίκαιος ἀντιδίδωσιν οἰκτιρμοὺς, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος· κἂν γὰρ μὴ λάβοιτο δοθὲν, ἀλλὰ καὶ οὕτω μένει φιλότιμος, καὶ κοινωνικὸς ὢν οὐ παύεται. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ Πατέρα Θεὸν, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. (B f. 129) Ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας τε ὅσας καὶ μεγάλας εὐεργεσίας αἰσθητάς τε καὶ νοητάς. Ἀλλ' εἴ τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, καὶ τῇ τύρβῃ τῶν ἐν τῷδε κόσμῳ πραγμάτων τὸν ἑαυτοῦ καταχώ σας νοῦν, πολλὰ παρὰ Θεοῦ οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ ταῖς αὐτοῦ ζεύγλαις ὑποθήσει τὸν αὐχένα, οὐχ ἕψεται τοῖς αὐτοῦ θελήμα 69.940 σιν, οὐ καρποφορήσει τὴν ἀρετὴν, ἀλλ' οὐδὲ ὤσπερ τινὰ τόκον καταθήσει τῷ Θεῷ τὸ ἐπιεικὲς εἰς τρό πους, οὐ δογματικῆς εὐτεχνίας ἐπιμελήσεται, μένει δὲ σκληρὸς καὶ ἄκαρπος. Πλὴν κἂν εἰ οὕτω διατε θείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δῆλον δὲ ὅτι Θεὸς οὐ παύσεται τοῦ κατοικτείρειν αὐτὸν, καὶ διδόναι τὰ παρ' ἑαυτοῦ· ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν· "Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχλῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;" καὶ τὰ ἐξῆς. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν, κληρονομήσουσι γῆν. (A f. 198, B f. 129 b, Κυρίλλου καὶ Ὠριγένους) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· "Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, τοὺς δὲ καταρωμένους σε κατ αράσομαι." Οὐκοῦν εἰ μὲν ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται γῆν τὴν ἀγαθὴν τὴν πολλὴν, τὴν οὐ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.