Expositio in Psalmos Psalm ΛΑʹ opening
Psalm ΛΑʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΛΑʹ. — ΨΑΛΜΟΣ ΛΑʹ. Ψαλμὸς τῷ ∆αβὶδ συνέσεως. Μακάριοι ὧν ἀφέθη σαν αἱ ἀνομίαι. Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν ὁ ∆αβ
Greek
ΨΑΛΜΟΣ ΛΑʹ. Ψαλμὸς τῷ ∆αβὶδ συνέσεως. Μακάριοι ὧν ἀφέθη σαν αἱ ἀνομίαι. (A f. 171 b) Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν ὁ ∆αβὶδ προβαλλόμενος, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινε, μακαρίζει τοὺς ἀταλαιπώρως ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλμὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώπους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Ἢ ἐπὶ σύνεσιν προτρέπεται, ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς ἔχει, καὶ χρεία συνέσεως τῷ ἐντυγχάνοντι. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρ τίαν. (A f. 171 b) Τρίτη τις αὔτη τάξις τῶν ἁμαρτανο μένων, ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύθυνον. Ὁ μὲν οὖν πρῶτος στίχος ἁρ μόσειεν ἂν τοῖς ἠλεημένοις διὰ τοῦ ἁγίου βαπτίσμα τος· ἐκείνων γὰρ ἀφέθησαν αἱ ἀνομίαι. Ὁ δεύτερος 69.868 δὲ τοῖς ἐθέλουσι μετανοεῖν· ἐπικαλύπτονται γὰρ αὐ τῶν αἱ ἁμαρτίαι διὰ τῆς μετανοίας, καταχωννύντος ὥσπερ αὐτὰς ταῖς ἀμνηστίαις τοῦ φιλαγάθου Θεοῦ, ὡς μηκέτι βούλεσθαι μηδὲ ὁρᾷν αὐτάς. Τοῖς γὰρ ἁμαρτοῦσι μετὰ τὴν ἄφεσιν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ' ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. ∆ιὰ γὰρ τῶν δευτέρων κατορθωμάτων, καλύπτειν τὰ προημαρτη μένα συνεχώρησεν. Ὁ δὲ τρίτος τοῖς σφαλεῖσι μὲν, πλὴν οὐκ ἀπὸ γνώμης ἐθελοκάκου καὶ πονηρᾶς. Σύ μου εἶ καταφυγὴ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.