Exposition on the Psalms · §ps029-rem-mid

Psalm Λʹ rem mid

Rem mid: Psalm Λʹ; lemma continues; spiritual reading with the letter.

Greek

καιρόν. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου. (A f. 169 b) Ἐποπτείας μὲν ἀξιοῖ Θεὸς τὸν ἐπιεικῆ καὶ εὐήνιον καὶ τῷ θείῳ φόβῳ κατεσταλμένον· ἀπο στρέφεται δὲ τὸν δυσάγωγόν τε καὶ δυσμαχῆ, καὶ ἐν οὐδενὶ τιθέμενον τὸ δοκοῦν 48 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτῷ. Ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς ἀμείνους ἔσονται παντὸς πειρασμοῦ καὶ τῆς τῶν πολεμούντων ἐπι βουλῆς, οἵπερ ἂν ἔχοιεν αὐτοῦ τὴν ἀντίληψιν. Ὥσπερ γὰρ ἡλίου μὲν ἀνατείλαντος λύεται τὸ σκότος, ὑπὸ γῆν δὲ γενομένου διαδέχεται νὺξ, ἐν ᾗ προΐασιν ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι, καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως ἀποστρεφομένου μέν τινα τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται. Ἐπι 69.864 λάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς θεότητος, ὂ δὴ Θεοῦ πρόσωπόν φησιν ἡ Γραφὴ, ἀποτρέπονται πάντες οἱ τὰ σκότους ἄξια δρῶντες· οὗ δὴ τυχεῖν ἀξιοῖ καὶ ὁ προφήτης, οὐ διὰ πράξεις ἰδίας, δι' ἔλεος δὲ τοῦ Θεοῦ. Οὗτος γάρ μοι, φησὶ, μόνος τρόπος τῆς σωτηρίας, εἰ τὸ σὸν ἐπιφάνοις πρόσωπον. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. (A f. 169 b) Τοῖς ἀθέοις, οὐκ ἐμοὶ, προσῆκόν ἐστιν αἰσχύνεσθαι. Πάθοιεν δ' ἂν τοῦτο δικαίως οἱ ἀσεβεῖς, τουτέστιν οἱ μὴ εἰδότες σε, μήτε μὴν τὴν σὴν ὁμολο γοῦντες θεότητα καὶ ὑπεροχὴν, ἀνατιθέντες δὲ μᾶλ λον τοῖς δαιμονίοις τὴν κυριότητα, καὶ τὸ κατάρχειν τῶν ὅλων ἐκνενεμηκότες τῷ Σατανᾷ, καὶ τοὺς ἑαυτῶν κλήρους ἀνατιθέντες ἐκείνοις. Αὐτῶν δ' ἂν εἴη καὶ τὸ βαδίζειν εἰς ᾅδου, καὶ συνταρταροῦσθαι τοῖς αὐτόθι καθειργμένοις, οὓς καὶ ἰδίους θεοὺς ἐπεγράφοντο. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύ ριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε· ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. (A f. 170, K f. 66 b) ∆οκεῖ δέ πως ἀσυμφανὲς εἶναι τὸ ἔκρυψας, πρὸς τὸ ἐξειργάσω· εἰ γὰρ ἔκρυψε τὸ τῆς χρηστότητος πλῆθος, πῶς ἐξειργάσατο πάλιν αὐτὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων; Οὐκοῦν τὸ ἔκρυψε νοητέον, ἀντὶ τοῦ ἀπόθετον, ἤγουν τεθησαυ ρισμένην, τοῖς οἰκείοις καὶ μόνοις τὴν χρηστότητα ἐποιήσατο, πλὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστιν ἀγνοοῦντος οὐδενός. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀγαθός ἐστιν ὁ τῶν ὅλων ∆ημιουργὸς, οὐκ εἰς ἅπαν τας ἁπλῶς, ἀλλ' εἰς ἐκείνους μᾶλλον οἵπερ ἂν ἐν ἰδίαις ψυχαῖς τὸν θεῖον ἔχοντες φόβον; Τούτοις γὰρ ἀπ έκρυψε, τουτέστιν ἀπέθετο, ἰδικὸν ὥσπερ τινὰ κλῆρον τὸ τῆς χρηστότητος πλῆθος· καὶ οὐκ ἐν μόναις ἐλπίσι τὸ χρῆμα αὐτοῖς, ἀλλὰ γὰρ καὶ ἐξειργάσατο πλειστά κις, τουτέστι καὶ διὰ πραγμάτων αὐτῶν γέγονεν ἐμ φανές. Οἷον

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.