Psalm Ιςʹ rem mid
Rem mid: Psalm Ιςʹ; lemma continues; spiritual reading with the letter.
Greek
πόλεως ἰσχυ ρᾶς ὑπάρχει τοῖς νήφουσι· περὶ ἧς εὑρήσεις τὸν προ φήτην φθεγξάμενον. "Τίς ἀπάξει με εἰς πόλιν πε ριοχῆς;" Μὴ τοίνυν ποτὲ ἐκ ταύτης ἀπατηθέντες ἐκπέσωμεν, μήποτε ὑπὸ τὰς χεῖρας τῶν πολεμίων γενώμεθα. (A f. 95.) Καὶ οἱ πολεμοῦντες δὲ τοῖς ἁγίοις, οὐ δὲν ἄλλο ἑώρων, ἤγουν ἐνενόουν, πλὴν αὐτὸ δὴ τοῦτο καὶ μόνον, τὸ ἐκβαλεῖν τοὺς ἁγίους ἀπὸ τῶν ἀγαθῶν σπουδασμάτων, καὶ ἐκκλῖναι αὐτοὺς καὶ ἐκτρέψαι τῆς κατὰ Θεὸν ὁδοῦ. Ποῦ δὲ βούλονται οἱ ἐχθροὶ ἀποστῆσαι τοὺς ἁγίους τῆς φιλοθεΐας; Ἐν τῇ γῇ, τουτέστιν ἕως ζῶσι, καὶ τὸν ἐπίγειον χῶρον τοῦτον οἰκοῦσιν οἱ ἅγιοι. Μετὰ γὰρ τὴν ἐντεῦθεν ἐκδημίαν, ἐπηρεάζειν οἱ πολεμοῦντες οὐ δύνανται. Λέγουσι μέντοι οἱ ἅγιοι, πάντα τρόπον ἐπιβουλῆς ὑπομένοντες· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Ἐξέβαλον καὶ τὸν Κύριον Ἰουδαῖοι ἔξω τῆς πόλεως καὶ περι εκύκλωσαν, καὶ μέντοι καὶ ἐσκόπουν πῶς αὐτὸν ἀπολέσωσι, καὶ εἰς γῆν καταστρέψωσι· καὶ σκοποῦν τες εὗρον ἀρέσκοντα αὐτοῖς τὸν διὰ σταυροῦ ἀτιμότα τον θάνατον. Ὑπέλαβόν με ὠσεὶ λέων ἔτοιμος εἰς θήραν. (C f. 29 b.) Φοβερὰν ἡμῖν τὴν ἐπιβουλὴν τῶν δαιμόνων ὑποτίθεται· τί γὰρ λέοντος ἁρπακτικώτερον ἢ φονι κώτερον; Οὕτως τοίνυν ἡμῖν οἱ ἀόρατοι ἐχθροὶ μετὰ τὴν θήραν κέχρηνται. Ἀλλ' ὅταν ἀντιστῶμεν ἡμεῖς τῷ Πέ τρῳ πειθόμενοι· "Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περι πατεῖ, ζητῶν τίνα καταπίει·" ᾧ ἐὰν ἀντιστῆτε τῇ πίστει, παραχρῆμα ταπεινοῦται, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. ∆ιὰ δειλίαν εὑρίσκονται [οἱ δαίμονες,] φοβούμενοι μὲν ὡς ἰσχυροῖς ἐπελθεῖν, καιρὸν δὲ ὅμως ζητοῦντες· τούτου γὰρ χάριν κρύ πτονται. [Ἰστέον γε μὴν, ὅτι καὶ ἐμφανῶς ἐπιπηδᾷ διὰ τῶν οἰκείων ὑπασπιστῶν ὁ παγχάλεπος λέων, τουτέστιν ὁ Σατανᾶς· ὁ αὐτὸς δὲ καὶ ὡς σκύμνος κρύπτεται· ἀρτύει γὰρ λεληθότως ἐπιβουλάς. Περιθείη δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς αὐτοῦ τέκνοις· φρονοῦσι γὰρ τὰ αὐτά.] Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. (C f. 30.) Ῥομφαίαν αὐτοῦ Θεοῦ, καλεῖ τὸν δίκαιον, μαχαίρας δίκην τὰς τῶν δαιμόνων
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.