Expositio in Psalmos Psalm ΙΕʹ opening
Psalm ΙΕʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΙΕʹ. — Ἀνα βαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.
Greek
ΨΑΛΜΟΣ ΙΕʹ. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. (C f. 269.) Πάλιν καὶ τοῦτο πρέπον τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι' ὁμολογίας δικαίωσιν. (A f. 88 b) Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς 29 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία· 69.808 φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· ∆ιὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυ λαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγα θῶν μου οὐ χρείαν ἔχεις. (A f. 88. b.) Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· "Ἀνα βαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Καὶ νῦν ὡς φύσει γενό μενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Προσθεὶς δὲ, "Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις," τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. "Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;" Καὶ πάλιν· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατ ηρτίσω μοι." Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσ άγουσιν αὐτοῖς οἱ ὑπ' αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ' αὐτοῦ, τουτέστι παρὰ τῆς σαρ κὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύ χηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ." (C f. 269. b.) Ἁγίους εἶναί φησι τοὺς ἡγιασμέ νους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλη σίαν. Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδό ξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνω στὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. ∆ιὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. (C f. 269. b.) Τῶν ἐθνῶν δηλονότι. Μήπω τῆς ἀλη θείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς γνῶσιν, καὶ τῶν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.